ΣΥΝΟΔΙΚΟΣ ΤΟΜΟΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ
1351 μ.Χ.
ΜΕΡΟΣ Α΄
Τόμος συνοδικός, ἐκτεθεὶς παρὰ τῆς θείας καὶ ἱερᾶς Συνόδου, τῆς συγκροτηθείσης κατὰ τῶν φρονούντων τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου, ἐπὶ τῆς βασιλείας τῶν εὐσεβῶν καὶ ὀρθοδόξων βασιλέων ἡμῶν Καντακουζηνοῦ καὶ Παλαιολόγου (1351).
1. Οὔτε τὴν κατὰ τῆς Ἐκκλησίας τοῦ κοινοῦ πολεμίου μανίαν ἀγνοεῖν οὐδένα νομίζομεν, οὔτε τὴν παρὰ τοῦ Σωτῆρος ῥοπήν, δι’ ἣν μυρίων ἐπιρρυέντων αὐτῇ τῶν δεινῶν, οὐ τῶν βελῶν περιγίνεται μόνον, ἀλλὰ καὶ λαμπρὰ διαδείκνυται. Ἀπόδειξις δὲ τῆς μὲν ἐκείνου μανίας αἷμα Θεοῦ καὶ πάθος ἑκούσιον καὶ σταυρός, τῆς δὲ παρὰ τοῦ Θεοῦ συμμαχίας οἱ τὴν Ἐκκλησίαν διώκοντες μαρτύριον ἀκριβές· οἱ μὲν εἰς εὐαγγελιστὰς μετασκευασθέντες, οἱ δὲ τρόπαιον τῆς τοῦ Θεοῦ δυνάμεως οὐ δι’ ὧν ἀνεστάθησαν, ἀλλὰ δι’ ὧν κατέπεσον ἀνακηρυχθέντες. Ἦν ταῦτα, καὶ τὸν κοινὸν πολέμιον οὐκ ἦν ἠρεμεῖν· ἀλλ’ ὥσπερ ἑαυτοῦ καταγνούς, ὡς μὴ προσηκόντως βουλευσαμένου, οὐκ ἔθνει μικρῷ, ὥσπερ πάλαι τοῖς Ἰουδαίοις, τὸν κατὰ τῆς Ἐκκλησίας πόλεμον ἐγχειρίζει, οἰκουμένην δὲ ὅλην πικρῶς κατ’ αὐτῆς ὁπλίζει. Στρατηγοὶ δὲ αὐτῷ οἱ περὶ Διοκλητιανὸν καὶ Μαξιμιανὸν καὶ Δέκιον καὶ εἴ τις κατ’ ἐκείνους, οἱ τοσοῦτον αἰσχρῶς ἀπώλοντο, ὁπόσον καὶ πολεμεῖν ἐγνώκεσαν. Τῶν μὲν γὰρ οἴχεται τὸ μνημόσυνον μετ’ ἤχου, τῆς δὲ τοῦ Θεοῦ Ἐκκλησίας ὁ φθόγγος ἐξῆλθεν εἰς πᾶσαν τὴν γῆν· μαρτύριον δὲ τῆς δυνάμεως αὐτῆς ἀψευδέστατον οἱ τῶν μαρτύρων νεκροί, δαίμονας πάντας ἐλαύνοντες. Οὕτως ἡ τοῦ Θεοῦ δύναμις ὑπερφυὴς καὶ διὰ τῶν συμφορῶν ἀναδείκνυται. Ἀλλ’ ὁ πονηρὸς οὐδὲ παθὼν ἔγνω, καὶ ταῦτα νήπιος ὤν, ἀλλ’ ἑτέραν τραπόμενος προσβάλλει τῇ Ἐκκλησίᾳ· τοῦ μὲν γὰρ φανερῶς πολεμεῖν καὶ λίαν ἀπέγνω, πρὸς φανερὰν αἰσχύνην ἀηδῶς ἔχων· τοὺς δὲ περὶ Σαβέλλιον καὶ Ἄρειον καὶ τοὺς εἰς ἐκείνους τελοῦντας ὑποδύς, πολυθεΐαν δῆθεν ἐκ τοῦ μέσου ποιήσασθαι βουλευόμενος, πείθει τοὺς ἀνοήτους προφάσει τῆς εἰς τὸν ἕνα τιμῆς ἥκιστα τὸν ἀληθῆ νομίζειν Θεόν. Ἀλλὰ καὶ τοῦτο αὐτὸς κατ’ αὐτοῦ βουλευσάμενος ὤφθη, τοῦ πολέμου τούτου λάφυρον τῆς τοῦ Θεοῦ Ἐκκλησίας λαβούσης τὸ τῆς Τριάδος ὁμότιμον.
2. Πολλοὺς δὲ καὶ ἄλλους κύκλους ὁ πονηρὸς οὗτος κατὰ τῆς Ἐκκλησίας περιβαλλόμενος, καὶ νῦν μὲν ὑποχωρῶν, νῦν δὲ προσβάλλων, ποτὲ μὲν δόγμασιν οὐδὲν ὑγιὲς ἔχουσι, ποτὲ δὲ ἡδοναῖς, αἷς ἐκεῖνος εἴωθε χαίρειν, ὧν τέλος ὁ ἀπὸ Θεοῦ χωρισμός, ἔσχατον τὸν Βαρλαὰμ ὑποδύς, ἐπιστρατεύει τῇ ἀληθείᾳ. Οὗτος δή, μοναχὸς ὢν καὶ τῆς Καλαβρίας ὁρμώμενος καὶ τῇ τῶν Ἑλλήνων παιδείᾳ πολὺς γεγονὼς καὶ ὅλον ἐκείνης ἑαυτὸν ἐξαρτήσας, κατὰ τῆς ἀληθείας χωρεῖ καὶ τῶν ἱερῶς ἀντεχομένων αὐτῆς, καὶ διθεΐαν τούτων κατηγορήσας, οὐ μόνον τὴν τρισυπόστατον καὶ πᾶσιν ἀμέθεκτον οὐσίαν τοῦ Θεοῦ ἄκτιστον εἶναι λεγόντων, ἀλλὰ καὶ τὴν ἀΐδιον καὶ θεοποιὸν καὶ τοῖς ἀξίοις μετεχομένην χάριν τοῦ Πνεύματος. Συνόδου θείας ἐπὶ τούτοις συγκροτηθείσης, ἐξηλέγχθη καὶ ἀπεκηρύχθη παρὰ τῆς τοῦ Χριστοῦ ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας διὰ τῶν τοῖς ἁγίοις Πατράσι θεολογικῶς συγγραφέντων, τοῦ τῆς ἀληθείας λόγου προϊσταμένων τοῦ τε νῦν ἱερωτάτου μητροπολίτου Θεσσαλονίκης τοῦ Παλαμᾶ καὶ τῶν μοναχῶν. Μετὰ μικρὸν δέ, τῆς ἐκείνου πονηρᾶς δόξης γενόμενος ὁ Ακίνδυνος, μηδαμῶς τῇ τοῦ διδασκάλου καταδίκῃ σωφρονισθείς, μηδὲ βελτίων γενόμενος, τῶν αὐτῶν πάλιν ἐπὶ τοῖς αὐτοῖς κατηγορεῖν ἐπεχείρησεν, ἔξαρνος μὲν σὺν δόλῳ τοῦ διδασκάλου γενόμενος καὶ τὰ δεινότατα ἐπαράμενος ἐκείνῳ, καὶ μηδέποτε τὰ αὐτὰ τῷ Βαρλαὰμ ἢ φρονεῖν ἢ λέγειν ἰσχυριζόμενος, ἵν’ ἐντεῦθεν αὐτῷ λέγειν ἐξῇ· οἷς δὲ ἔλεγε, τὸν κρυπτόμενον ὑποδεικνὺς Βαρλαὰμ καὶ τὴν αὐτὴν ἐκείνῳ πονηρὰν δόξαν καὶ φρονῶν καὶ λέγων καὶ συγγραφόμενος.
3. Ταύτῃ τοι καὶ Συνόδου συγκροτηθείσης δευτέρας, ἧς προεκάθητο ὁ νῦν κραταιὸς καὶ ἅγιος ἡμῶν αὐτοκράτωρ, ὁ κύριος Ἰωάννης Καντακουζηνός, ἐξηλέγχθη τὰ αὐτὰ τῷ Βαρλαὰμ καὶ φρονῶν καὶ λέγων καὶ τῶν μοναχῶν κατηγορῶν. Δι’ ἃ καὶ τὴν αὐτὴν τῷ Βαρλαὰμ ἐπεσπάσατο καταδίκην, Τόμου προβάντος συνοδικοῦ κατὰ τῶν τοῦ Βαρλαὰμ ἐκείνου βλασφημιῶν, δι’ οὗ παντὸς τοῦ χριστιανικοῦ πληρώματος ἀποκέκοπται, ὡς αὐτὸς οὗτος ὁ συνοδικὸς Τόμος διέξεισι, πολλῶν τε ἄλλων ἕνεκεν, καὶ ὅτι τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως, τὸ τοῖς συναναβᾶσιν αὐτῷ μακαρίοις μαθηταῖς καὶ ἀποστόλοις ὀφθέν, κτιστὸν ἐπεχείρει δεικνῦναι καὶ περιγραπτὸν καὶ τῶν αἰσθητῶν φώτων πλέον ἔχον οὐδέν. Οὐχ οὗτος δὲ μόνον ὁ Βαρλαὰμ τῷ συνοδικῷ ἀποκεκήρυκται Τόμῳ, ἀλλὰ ταῖς αὐταῖς ἐπιτιμίαις ἔνοχον ἑαυτὸν καθίστησι καὶ εἴ τις ἐκείνῳ ἑπόμενος τοῖς μοναχοῖς καὶ τῇ Ἐκκλησίᾳ Θεοῦ πολεμεῖ· φησὶ γὰρ ἐπὶ λέξεως· «Ἀλλὰ καὶ εἴ τις ἕτερός τι τῶν ὑπὸ τοῦ Βαρλαὰμ βλασφήμως καὶ κακοδόξως κατὰ τῶν μοναχῶν, μᾶλλον δὲ κατὰ τῆς Ἐκκλησίας αὐτῆς λαληθέντων ἢ συγγραφέντων, φανείη πάλιν τῶν μοναχῶν κατηγορῶν ἢ ὅλως τούτων ἐν τοῖς τοιούτοις καθαπτόμενος, τῇ αὐτῇ καταδίκῃ παρὰ τῆς ἡμῶν μετριότητος καθυποβαλλόμενος, ἀποκήρυκτος ἔσται καὶ αὐτὸς καὶ ἀποτετμημένος τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας καὶ τοῦ ὀρθοδόξου τῶν χριστιανῶν συστήματος».
4. Ἀλλ’ ὡς εἶδεν ὁ ἐνεργῶν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, κατὰ τὸ γεγραμμένον, πονηρὸς καὶ ἀρχέκακος δράκων, ὅτι κατὰ τῆς εὐσεβείας καὶ τῶν ἀσφαλῶς ἀντεχομένων αὐτῆς προσβαλών, ἀνδράσι χρησάμενος οὐκ ἐν ἀξιώμασιν ἐξεταζομένοις, ἥκιστα ἠδυνήθη διὰ ταῦτα τῶν κατὰ γνώμην τυχεῖν, ὑποδύεται τὸν εἰς πατριάρχας τότε τελοῦντα Ἰωάννην, σκεῦος ἄντικρυς τῆς ἐκείνου κακονοίας χωρητικόν. Ὅς, ὁμοφρονήσας τῷ Ἀκινδύνῳ καὶ πολλὰ κατὰ τῆς εὐσεβείας καὶ τῶν ἀντιποιουμένων αὐτῆς, μᾶλλον δὲ κατ’ αὐτὸς αὐτοῦ καὶ πράξας καὶ γράψας καὶ βουλευσάμενος, (οὗτος γὰρ ἦν ὁ τὴν καταδίκην ἐγγράφως ἐπενεγκὼν τῷ ἀποκηρύκτῳ Βαρλαὰμ ἐκείνῳ), ἅμα καὶ τὴν ἐμφύλιον μάχην ὡς ἕρμαιον ἁρπάσας, εὗρε καὶ οὗτος τῆς ἑαυτοῦ σπουδῆς καὶ τῶν πονηρῶν βουλευμάτων ἀξίως τὰς ἀμοιβάς. Ἐξελεγχθεὶς γάρ, καθαιρεῖται· καὶ ἀποκηρυχθέντος καὶ τούτου συνοδικῇ διαγνώσει, Τόμος ἱερὸς ἐκτίθεται τῇ Συνόδῳ, ἅμα μὲν ἀποδεικνὺς ἐκεῖνον τῆς Ἀκινδύνου κακοδοξίας ἐχόμενον, ἅμα δὲ καὶ τὴν πρὸς τοὺς Ὀρθοδόξους αὐτοῦ σὺν οὐδενὶ λόγῳ μανίαν. Ὁ δὲ δὴ Τόμος, ὑπογραφαῖς ἀρχιερέων τριάκοντα τὸ βέβαιον ἔχων, οἷς συνεῖπε δι’ ὑπογραφῆς ὕστερον καὶ ὁ ἁγιώτατος πατριάρχης Ἱεροσολύμων, οὐ τὸν Ἀκίνδυνον οὐδὲ τὸν πατριαρχεύσαντα μόνον ἐκβάλλει τῆς καθολικῆς Ἐκκλησίας καὶ τοῦ τῶν χριστιανῶν τελέως ἐκκόπτει πληρώματος, «ἀλλὰ καὶ εἴ τις, φησίν, ἕτερος τῶν ἁπάντων τὰ αὐτά ποτε φωραθείη ἢ φρονῶν ἢ λέγων ἢ συγγραφόμενος κατὰ τοῦ εἰρήμενου ἱερομονάχου κυρίου Γρηγορίου τοῦ Παλαμᾶ καὶ τῶν σὺν αὐτῷ μοναχῶν, μᾶλλον δὲ κατὰ τῶν ἱερῶν θεολόγων καὶ τῆς Ἐκκλησίας αὐτῆς, τὰ αὐτὰ καὶ κατ’ αὐτοῦ ψηφιζόμεθα καὶ τῇ αὐτῇ καταδίκῃ καθυποβάλλομεν, εἴτε τῶν ἱερωμένων τις εἴη εἴτε τῶν λαϊκῶν. Αὐτὸν δὲ τοῦτον τὸν πολλάκις ῥηθέντα τιμιώτατον ἱερομόναχον κύριον Γρηγόριον τὸν Παλαμᾶν καὶ τοὺς αὐτῷ συνᾴδοντας μοναχούς, μηδὲν ἀπᾷδον τῶν θείων λογίων γράφοντάς τε καὶ φρονοῦντας, μετ’ ἐξετάσεως καταλαβόντες ἀκριβῶς, μᾶλλον δὲ τῶν θείων λογίων καὶ τῆς κοινῆς ἡμῶν εὐσεβείας καὶ παραδόσεως πᾶσι τρόποις, ὡς προσῆκεν, ὑπερμαχοῦντας, οὐκ ἀνωτέρους μόνον παντάπασι τῶν κατ’ αὐτῶν, μᾶλλον δὲ κατὰ τῆς τοῦ Θεοῦ Ἐκκλησίας ἐρεσχελιῶν, ὡς καὶ ὁ πρώην συνοδικὸς Τόμος, ἔχομεν, ἀλλὰ καὶ ἀσφαλεστάτους τῆς Ἐκκλησίας καὶ τῆς εὐσεβείας προμάχους τε καὶ προαγωνιστὰς καὶ βοηθοὺς ταύτης ἀποφαινόμεθα· οὕτω γὰρ καὶ ὁ ἐπὶ ταῖς Συνόδοις ἐκείναις προβὰς Τόμος ἕξει, καθάπερ οὖν ἔχει, τὸ ἀσφαλές τε καὶ βέβαιον».
5. Ἀλλ’ ὁ τοῖς ἡμετέροις κακοῖς ἐπιχαίρων ἀεί, οὐδ’ οὕτως ἡσυχίαν ἄγειν ἐγνώκει, οὐδὲ γὰρ ὀργάνων ἀπορῶν περιῄει ταῦτα ζητῶν· ἀλλ’ ἔχων ἔτι τινὰς παρὰ τὸν Βαρλαὰμ καὶ τὸν Ἀκίνδυνον ἐκεῖνον φοιτήσαντας, καὶ τὰ ἐκείνων ἐσχάτως νοσοῦντας, δι’ ἐκείνων ὑφ’ ἑαυτὸν ποιεῖται τόν τε χρηματίσαντα Ἐφέσου καὶ τὸν Γάννου, Γρηγορᾶν τε καὶ Δεξιόν. Οἳ καὶ σύστημα ποιησάμενοι καὶ ἄλλους προσεταιρισάμενοι ἀνθρωπίσκους, οὐδὲν ὑγιὲς διανοηθέντας οὐδέποτε, θόρυβον ἐγείρουσι κατὰ τῆς Ἐκκλησίας Θεοῦ, σπουδὴν ποιούμενοι ἀποπλανᾶν τοὺς πολλοὺς καὶ τῆς Ἐκκλησίας ἀποτέμνειν ἐλεεινῶς, δόξαν ἑαυτοῖς ἐκ τούτου πορίζειν οἰόμενοι. Ἐδέησε γοῦν διὰ ταῦτα Σύνοδον συγκροτηθῆναι μεγάλην, τοῦ γαληνότατου βασιλέως ἡμῶν ἔλεον λαβόντος τῶν ἀπολλυμένων ψυχῶν. Διὸ καὶ μεταπεμφθέντες παρὰ τῆς ἐκ Θεοῦ κραταιᾶς καὶ ἁγίας βασιλείας αὐτοῦ καὶ τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου κυρίου Καλλίστου οἱ ἱερώτατοι ἀρχιερεῖς καὶ ὑπέρτιμοι, ὅ τε Ἡρακλείας, ὁ Θεσσαλονίκης, ὁ Κυζίκου, ὁ Φιλαδελφείας, ὁ Χαλκηδόνος, ὁ Μελενίκου, ὁ Ἀμασείας, ὁ Ποντοηρακλείας, ὁ Πηγῶν, ὁ Βερροίας, ὁ Τραπεζοῦντος, ὁ Τραΐανουπόλεως, ὁ Σηλυβρίας, ὁ Ἄπρω, ὁ Ἀμάστριδος, ὁ Αἴνου, ὁ Σουγδαΐας, ὁ Βρύσεως, ὁ Μαδύτων, ὁ Βιζύης, ὁ Γαρέλλης, ὁ Μηδείας, ὁ Τενέδου, ὁ Καλλιουπόλεως, ὁ Ἑξαμιλίου, ὄντων καὶ διὰ γνωμῶν τοῦ Ἀδριανουπόλεως, τοῦ Χριστουπόλεως, τοῦ Διδυμοτείχου· παρόντων καὶ θεοφιλέστατων ἐπισκόπων, τοῦ Πανίου, τοῦ Χαριουπόλεως, τοῦ Παμφύλου, τοῦ Ἀθύρα, τοῦ Καμπανίας, τοῦ Σινάου, τοῦ Ἐλευθερουπόλεως· προκαθεσθέντος τοῦ γαληνότατου καὶ κρατίστου καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως κυρίου Ἰωάννου Καντακουζηνοῦ ἐν τῷ τρικλίνῳ τῷ οὕτω πως ἐπιλεγομένω Ἀλεξιακῷ τῶν ἱερῶν Βλαχερνῶν· συνεδριάζοντος τῇ ἁγίᾳ βασιλείᾳ αὐτοῦ καὶ τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου κυρίου Καλλίστου· καὶ ἔτι τοῦ περιποθήτου αὐταδέλφου τῆς ἁγίας βασιλείας αὐτοῦ τοῦ πανευτυχεστάτου σεβαστοκράτορος κυροῦ Μανουὴλ τοῦ Ἀσάνη· καὶ ἔτι τοῦ περιποθήτου αὐταδέλφου τῆς ἁγίας βασιλείας αὐτοῦ κυρίου Μιχαὴλ τοῦ Ἀσάνη· ἀλλὰ δὴ καὶ τοῦ περιποθήτου ἀνεψιοῦ τῆς ἁγίας βασιλείας αὐτοῦ πανυπερσεβάστου κυρίου Ἀνδρονίκου τοῦ Ἀσάνη· παρακαθημένων τῆς συγκλήτου σὺν τοῖς ἀρχιερεῦσι καὶ ἐκκλησιαστικοῖς ἄρχουσι, καὶ συνειλεγμένων τῶν τε ἡγουμένων καὶ ἀρχιμανδριτῶν τῶν ἐν τῇ εὐδαίμονι ταύτῃ πόλει, ἔτι τε ἱερομονάχων καὶ ἱερέων καὶ μοναχῶν οὐκ ὀλίγων, οὐκ ἀπόντων καί τινων τῶν τῆς πολιτείας ἀρχόντων, περιεστηκότος δὲ καὶ λαοῦ, ὅσον ἐν τούτοις φιλήκοον. Προσεκλήθησαν καὶ οἱ θορυβοῦντες καὶ τὴν Ἐκκλησίαν κατατέμνοντες οὗτοι καὶ ἠρωτήθησαν, τίνος ἕνεκεν, βασιλέως εὐσεβῶς ζῶντος, παρ’ αὐτῶν τοιαῦτα κατὰ τῆς εὐσεβείας τολμᾶται. Οἱ δὲ ᾐτιάσαντο προσθήκην τινα ἐν τῇ ὁμολογίᾳ τῶν χειροτονουμένων ἀρχιερέων γεγενημένην. Ἐν αἰτίαις δὲ ἐποιοῦντο καὶ τὸν Θεσσαλονίκης, ἐπειδὴ σκανδαλίζεσθαι ἔλεγον κατ’ αὐτοῦ ἔν τισι τῶν πρὸς Βαρλαὰμ καὶ Ἀκίνδυνον ἀντιρρητικῶς αὐτῷ συγγεγραμμένων.
6. Ὁ δὲ Θεσσαλονίκης εἶπε· Λοιπόν, ὑμεῖς αὐτοὶ τὰ ἐκείνων φρονεῖτε. Οἱ δὲ κατὰ μίμησιν Ἀκινδύνου, ὡς ἐκεῖνος ἔξαρνος ἐγένετο τοῦ καθηγησαμένου αὐτῷ τῆς πλάνης Βαρλαάμ, οὕτως οὗτοι τούτων ἀμφοτέρων. Ὁ δὲ Θεσσαλονίκης ἀνθυποφέρων, καὶ μήν, φησίν, οἱ πλείους τῶν ἀντιλέγειν προῃρημένων ἡμῖν φανερῶς τῆς Βαρλαὰμ καὶ Ἀκινδύνου κακοδοξίας προϊστάμενοι μέχρι καὶ εἰς δεῦρο ἀμεταμέλητοι διετέλεσαν, οἷς καὶ οἱ λοιποὶ συντεταγμένοι φανεροὶ πάντως ἐστὲ πρὸς ἐκείνους, ὡς πρὸς παράδειγμα ἕνεκά γε δογμάτων ἀκριβῶς ἀφορῶντες. Ἐπὶ τούτοις ἡ θεία Σύνοδος, πρὸς ἣν φατὲ δυσχεραίνειν, φησί, προσθήκην, ἥτις οὐδὲ προσθήκη ἂν καλοῖτο δικαίως, ὡς ἀνάπτυξις οὖσα τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης Συνόδου, οὐδὲν ἕτερόν ἐστιν ἢ ἀποκήρυξις Βαρλαάμ τε καὶ Ἀκινδύνου· ἣν οἱ μεμφόμενοι δῆλοι πάντως τοῖς καὶ ὁπωσοῦν συνιεῖσίν εἰσι, τῶν τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου ἀντιποιούμενοι. Οἱ δὲ καὶ πάλιν ἠρνοῦντο μὴ τοῖς ἐκείνων στοιχεῖν. Ὡς δὲ καὶ λέγειν ἤρξαντο, ἐν οἷς ἐσκανδαλίζοντο, λέξεσιν αὐταῖς ᾐτιῶντο, ἅπερ καὶ Βαρλαὰμ καὶ Ἀκίνδυνος πρότερον κατά τε τοῦ Θεσσαλονίκης καὶ τῶν μοναχῶν διεξήει. Τῶν δὲ καὶ ἀπὸ τούτων δήλων γεγενημένων τὰ ἐκείνων ἀνιάτως νοσούντων, ἔδοξε τῷ θειοτάτῳ καὶ ἁγίῳ βασιλεῖ, συνειρηκότος καὶ τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου καὶ πάσης τῆς ἱερᾶς Συνόδου, ὡς ἂν τῆς περὶ τῶν προκειμένων δογμάτων ζητήσεως ἀπ’ ἀρχῆς εἰς τέλος βασανισθείσης τἀληθὲς ἐν τούτοις διαγνωσθῇ. Τοῦτο δὴ καὶ τοῦ Θεσσαλονίκης ἐπαινέσαντος, ἐκεῖνοι παντελῶς ἀπηγόρουν. Ἀλλὰ καὶ ἀπαιτούμενοι φανερὰν τὴν οἰκείαν περὶ τῶν προκειμένων ἐκθέσθαι δόξαν, οὐδαμῶς ἤθελον, πρόφασιν σκανδάλων τὰ προειρημένα ποιούμενοι. Λόγων δὲ κινηθέντων πολλῶν κατὰ τὴν πρώτην ταύτην συνέλευσιν, τὰ μὲν τῆς ἐνστάσεως ταύτης διελύθη· κεκύρωται δὲ ἐγγράφως, ὡς ἂν ἐν τῇ δευτέρᾳ συνελεύσει ἄρξωνται μὲν οὗτοι δὴ οἱ πρὸς τὴν Ἐκκλησίαν διαφερόμενοι ὅθεν ἂν βούλωνται καὶ εἴπωσιν ὅσα βούλονται, εἶτα μετ’ αὐτοὺς ὁ Θεσσαλονίκης, ἀρξάμενος ὅθεν ἂν βουληθῇ, εἴπῃ πάντα τὰ κατὰ γνώμην αὐτῷ.
7. Συγκροτηθείσης δὲ καὶ δευτέρας συνελεύσεως, ἀπαντῶσι κἀκεῖνοι· καὶ ἀρξάμενοι εἶπον κατὰ τοῦ Θεσσαλονίκης, ὅσα ἐβούλοντο. Ἀρξάμενου δὲ καὶ τοῦ Θεσσαλονίκης πρὸς ἔπος τοῖς παρ’ ἐκείνων εἰρημένοις ἀπαντᾶν, τούς τε λόγους συνέχεον καὶ πρὸς φυγὴν ὥρμησαν· καὶ πολλὰ βιασθέντες, οὐκ ἠνέσχοντο παραμεῖναι. Δόντες δ’ ὑποσχέσεις εἰς ἑτέραν συνέλευσιν ἐνδημῆσαι πάλιν, φεύγουσι μηδενὸς διώκοντος πρὸ τοῦ νενομισμένου καιροῦ. Ὁ δὲ Θεσσαλονίκης, προτραπεὶς παρά τε τοῦ ἐκ Θεοῦ βασιλέως ἡμῶν καὶ τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας, ὡμίλησε παρρησίᾳ πλατύτερον πᾶσι περὶ τῶν προκειμένων εἰς ζήτησιν τῇ Ἐκκλησίᾳ δογμάτων· καὶ πάντες καὶ ἐπῄνεσαν καὶ συνῄνεσαν. Ἐπεὶ δὲ καὶ τοῦτο προσέθηκε, λέγων ὡς ἕτερόν ἐστιν ἡ ὑπὲρ τῆς εὐσεβείας ἀντιλογία καὶ ἕτερον ἡ τῆς πίστεως ὁμολογία, καὶ ἐπὶ μὲν τῆς ἀντιλογίας οὐκ ἀνάγκη περὶ τὰς λέξεις ἀκριβολογεῖσθαι τὸν ἀντιλέγοντα, ὡς καὶ ὁ μέγας φησὶ Βασίλειος, ἐπὶ δὲ τῆς ὁμολογίας ἀκρίβεια διὰ πάντων τηρεῖται καὶ ζητεῖται, καὶ διὰ τοῦτο τοῖς ἐμαυτοῦ πρὸς Βαρλαὰμ καὶ Ἀκίνδυνον ἀντιρρητικοῖς λόγοις συνέταξα καὶ ἣν παρὰ τῶν ἁγίων ἐδεξάμην ὁμολογίαν τῆς πίστεως, ἵνα οἱ ἐντυγχάνοντες τοῖς ἡμετέροις ἐκ τῆς ὁμολογίας μανθάνοιεν τὸν τῆς ἀντιλογίας σκοπόν, ἐζήτησεν ὁ κράτιστος καὶ ἅγιος ἡμῶν αὐθέντης καὶ βασιλεὺς τὴν τοιαύτην ὁμολογίαν καὶ προσκομισθείσης, ἀναγνωσθῆναι ταύτην ἐκέλευσεν. Οὗ γεγονότος, ἕκαστος ἠρωτήθη, ὡς ἔχει γνώμης περὶ ταύτης εἰπεῖν. Καὶ οὐδεὶς ἦν, ὃς οὐκ ἐγκωμίων ἐμνήσθη περὶ ἐκείνης ἀποφαινόμενος, ἅμα τόν τε Θεσσαλονίκης θαυμάζων, καὶ εὐχόμενος ἑαυτῷ τοῖς τῆς ὁμολογίας ἐκείνης συναπελθεῖν δόγμασι, καὶ μετ’ ἐκείνης ἐμφανισθῆναι τῷ Κριτῇ ζώντων καὶ νεκρῶν κατὰ τὴν τῆς κοινῆς ἀπολογίας ἡμέραν. Καὶ ἡ μὲν δευτέρα συνέλευσις ἐν τούτοις ἐτελεύτησεν.
8. Συγκροτεῖται δὲ καὶ ἡ μετ’ αὐτήν. Ἀπαντήσαντες δὲ κἀκεῖνοι, τὴν οἰκείαν ὁμολογίαν ἀναγνωσθῆναι ζητοῦσιν. Οὗ γεγενημένου, ἐν τῷ τέλει καὶ τοῦτο προσκείμενον ἦν· «περὶ δὲ Βαρλαὰμ καὶ Ἀκινδύνου οὕτω περὶ ἐκείνων ἔχομεν γνώμης, ὡς καὶ ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία περὶ τῶν τοιούτων φρονεῖ». Πολλῶν δὲ μεταξὺ λόγων κινηθέντων, ἤρξαντο οἱ διαφερόμενοι τῆς κατὰ τοῦ Θεσσαλονίκης κατηγορίας· ἡ δὲ ἦν τοιάδε. Ὡς ἄρα ἔν τισι τῶν ἑαυτοῦ συγγραμμάτων γράφει πολλάκις δύο καὶ πολλὰς θεότητας, καὶ ταύτας ὑπερκειμένας καὶ ὑφειμένας. Καὶ τοῦτο τὸν λόγον πολλάκις εἰπόντων καὶ περικροτησάντων, καὶ ταύτας δὴ τὰς φωνὰς καταιτιωμένων, ὁ εὐσεβέστατος βασιλεὺς ἐπὶ τούτοις γενέσθαι ἡμῖν φανερὸν ἐκέλευσεν; πότερον τῶν λαληθέντων ἐν αἰτίαις ποιεῖσθε τὰς λέξεις αὐτάς, ἢ τὰ διὰ τῶν λέξεων δηλούμενα πράγματα, εἰ καὶ ἀμφότερα; Εἰ μὲν δὴ ὁ πόλεμος πρὸς τὰ πράγματα, τί τῇ σκιᾷ τοῦ πράγματος πολεμεῖς, τῇ λέξει παρακαθήμενος; ἐξεταστέον γὰρ δὴ αὐτὰ γυμνὰ τὰ πράγματα, καὶ παρὰ τῶν θεολόγων τὴν ἐν τούτοις ἀλήθειαν ζητητέον. Εἰ δὲ τοῖς πράγμασι σύμφωνοι διατελοῦντες, τί λέξει μέμφεσθε; Ἀλλ’ ἡμεῖς γε οὐ λέξεων ἕνεκεν ἐνταῦθα συνεληλήθαμεν οὐδὲ γὰρ περὶ τῶν ὀνομάτων, κατὰ τὸν Θεολόγον, ζυγομαχήσομεν, κίνδυνον οὐδένα εἰδότες περὶ τὰς λέξεις, ἕως ἂν ὁ νοῦς ὑγιαίνειν δοκῇ.
9. Ἐπὶ τούτοις ὁ Θεσσαλονίκης, λέξεων ἐμοὶ λόγος ὀλίγος, ἔφη· οὐ γὰρ ἐν ῥήμασι ἡμῖν, ἀλλ’ ἐν πράγμασιν ἡ ἀλήθειά τε καὶ ἡ εὐσέβεια, κατὰ τὸν Θεολόγον Γρηγόριον. Περὶ δὲ δογμάτων καὶ πραγμάτων τὸν ἀγῶνα ποιοῦμαι. Κἄν τις ἐπὶ τῶν πραγμάτων ὁμοφωνῇ, πρὸς τὰς λέξεις οὐ διαφέρομαι. Πρὸς δὲ τὴν παρὰ τῶν ἀντιλεγόντων προφερομένην κατηγορίαν ἐκεῖνο λέγω. Δύο μὲν ἐγὼ θεότητας ἢ πολλὰς καὶ διαφόρους ἐπὶ τῆς ἁγίας Τριάδος, ὡς ἄλλην μὲν εἶναι τοῦ Πατρός, ἄλλην δὲ τοῦ Υἱοῦ, ἄλλην δὲ τοῦ Πνεύματος, οὔτε ἐφρόνησα, οὔτε φρονῶ, οὔτε μὴν φρονήσω τῇ χάριτι τοῦ Χριστοῦ· ἀλλὰ καὶ τοὺς οὕτω φρονοῦντας καθυποβάλλω τῷ ἀναθέματι. Ἀλλ’ οὐδὲ ἄλλο τί φημι θεότητα, ἐκτὸς τῆς τρισυπόστατου θεότητος· οὔτε οὐσίαν θείαν ἢ ἀγγελικήν, οὔτε ὑπόστασιν, κατὰ τὸν μέγαν Διονύσιον, ἀλλ’ ἐνεργείας θείας καὶ προόδους τινὰς φύσει προσούσας καὶ ἐξ ἀϊδίου τῷ Θεῷ τῷ τῆς θεότητος ὀνόματι προσηγόρευσα, τοῖς ἁγίοις οἰόμενος σύμφωνα λέγειν. Ἀλλ’ οὐδὲ ταῦτα εἶπον ἄν, εἰ μὴ πρὸς ἀνάγκην ἦλθον παρὰ τοῦ ἀντιλέγοντος καὶ κατὰ ἀντιπαράστασιν καὶ πρὸς ἐκεῖνον ἀγωνιζόμενος, μόνην ἄκτιστον λέγοντα θεότητα τὴν οὐσίαν τοῦ Θεοῦ, πᾶσαν δὲ δύναμιν καὶ ἐνέργειαν θείαν τῆς οὐσίας διαφέρουσαν, εἰς κτίσμα κατασπῶντα. Ἄλλως τε καὶ τοῦτ’ εἶπον, οὐ πολλὰς ἐντεῦθεν συνάγων θεότητας, ὡς αὐτοὶ καταψεύδονται· καὶ δῆλον ἐκ τῶν ἐμῶν συγγραμμάτων, τῶν τε ἄλλων καὶ τῆς ὁμολογίας. Ἐν πᾶσι γὰρ οὕτω τοῦτο προάγεται παρ’ ἐμοῦ, ὡς ὑπὸ τῶν ἀντιλεγόντων μὲν λεγόμενον, ὑπ’ ἐμοῦ δὲ μὴ στεργόμενον· μίαν γὰρ οἶδα θεότητα, τὴν αὐτὴν τρισυπόστατον καὶ παντοδύναμον καὶ ἐνεργῆ. Πλὴν οὔτε τότε περὶ τῶν λέξεων ὁ σκοπὸς ἐμοί, ἀλλ’ ἅπας ὁ ἀγὼν περὶ τῶν πραγμάτων, οὔτε νῦν περὶ ὀνομάτων καὶ συλλαβῶν διαφέρομαι· ἀλλὰ τῶν πραγμάτων εὐσεβῶς ἀνακηρυχθέντων, Χριστοῦ χάριτι, ἕτοιμός εἰμι πᾶν ὅπερ ἂν ἡ θεία Σύνοδος περὶ τῶν λέξεων διαγνῷ, στέρξαι καὶ ἀποδέξασθαι. Ἐφ’ οἷς ὅ τε εὐσεβέστατος καὶ γαληνότατος βασιλεὺς καὶ ἡ θεία Σύνοδος τὸν Θεσσαλονίκης ἀποδεξάμενοι διὰ πάντων τῆς εὐσεβοῦς διανοίας, ᾗ περὶ τὰ θεῖα κεχρημένος διατελεῖ, καὶ μάλιστα τῆς εὐγνωμοσύνης αὐτὸν ἐπαινέσαντες, θεότητας μὲν δύο ἢ πολλὰς ἢ ὅλως ἀριθμὸν θεοτήτων μήτε λέγεσθαι μήτε μὴν νοεῖσθαι ἀσφαλῶς διωρίσαντο· μηδὲ γὰρ εἰρῆσθαι τοῦτο παρὰ τῶν θεολόγων ῥητῶς· διαφορὰν μέντοι οὐσίας θείας καὶ θείας ἐνεργείας ἢ καὶ θείων ἐνεργειῶν, καὶ μάλα καὶ νοεῖσθαι καὶ λέγεσθαι προετρέψαντο, διαρρήδην τοῦ τοιούτου δόγματος παρὰ τῆς Ἐκκλησίας κεκηρυγμένου, ὡς καὶ κατωτέρω δειχθήσεται. Ὁ δὲ Θεσσαλονίκης προθύμως καὶ λίαν ἀσμένως τοῦτο κατεδέξατο. Καὶ ἡ μὲν τρίτη συνέλευσις ἐν τούτοις ἐτελεύτησεν.
10. Γενομένης δὲ καὶ τετάρτης, ἤρξαντο πάλιν οἱ διαφερόμενοι λέξεις τινὰς αἰτιᾶσθαι, ἐμφερομένας ἐν τοῖς τοῦ Θεσσαλονίκης συγγράμμασι, τῶν πραγμάτων ἀφέμενοι. Τοῦ δὲ θειοτάτου βασιλέως καὶ τῆς Συνόδου τῆς τῶν πραγμάτων ἐξετάσεως γενομένων, καὶ παρὰ τῶν τῆς Ἐκκλησίας θεολόγων τὰς ἀποδείξεις τῶν προβεβλημένων ζητούντων, προεκομίσθη ὁ κατὰ τοῦ Βαρλαὰμ ἐκτεθεὶς συνοδικὸς Τόμος. Ὃς ἀναγνωσθεὶς κελεύσει θείᾳ τοῦ γαληνότατου βασιλέως ἡμῶν, κοινωνοὺς διὰ πάντων τῆς τοῦ Βαρλαὰμ κακοδοξίας τοὺς διαφερομένους ἀπέδειξεν. Οὐ γὰρ ἠνέσχοντο μὴ διὰ τέλους ἀντιλέγειν τοῖς ἐκεῖ γεγραμμένοις περί τε ἄλλων καί, μάλιστα περὶ τοῦ θεοτάτου φωτὸς τῆς τοῦ Κυρίου μεταμορφώσεως. Οὐ μὴν ἀλλ’ ἐρωτωμένων τοῦ τε Θεσσαλονίκης καὶ τῶν διαφερομένων τῇ Ἐκκλησίᾳ, ὅπως ἔχουσι δόξης περὶ τοῦ θειοτάτου φωτός, ὁ μὲν δι’ ὧν εἶπε καὶ ὧν ἀνέγνω εἰς ἐπήκοον πάντων ἐκ τῶν ἑαυτοῦ συγγραμμάτων, διὰ πάντων ἀνεφαίνετο ἀσφαλῶς τῆς τῶν θεολόγων διανοίας ἐξηρτημένος· οἱ δέ, δι’ ὧν τε εἶπον καὶ ὧν ἑάλωσαν συγγραφόμενοι, ἐξηλέγχθησαν διχοτομοῦντες εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, τῷ τὴν μὲν οὐσίαν τοῦ Θεοῦ ἄκτιστον λέγειν θεότητα, ἐστερημένην πάσης δυνάμεως καὶ ἐνεργείας θείας, πᾶσαν δὲ δύναμιν καὶ ἐνέργειαν Θεοῦ καὶ ἁπλῶς τὸ τούτου παντοδύναμον ἀθετοῦντές τε καὶ ἀρνούμενοι, καὶ εἰς κτίσμα κατασπῶντες τὸν Θεόν, καὶ δύο λέγοντες αὐτὸν θεότητας, ἄκτιστόν τε καὶ κτιστήν, ὑπερκειμένην τε καὶ ὑφειμένην ὄντως. Ἐπεὶ καὶ τὸ ἐν τῷ Θαβωρίω λάμψαν τῆς θεότητος φῶς ποτὲ μὲν οὐσίαν ἔλεγον εἶναι Θεοῦ, ποτὲ δὲ φάσμα καὶ παραπέτασμα καὶ ἴνδαλμα καὶ κτίσμα, ὡς εἶναι κατ’ αὐτοὺς τὸ αὐτὸ κτίσμα καὶ οὐσίαν Θεοῦ. Προεκομίσθησαν δὲ παρὰ τοῦ Θεσσαλονίκης καὶ γράμματα ἐκείνων οἰκειόχειρα, ἐν οἷς κατηγόρουν αὐτοῦ, ἄκτιστον εἶναι λέγοντος τὸ θειότατον ἐκεῖνον φῶς καὶ ἔλλαμψιν, ἀλλ’ οὐκ οὐσίαν Θεοῦ. Ἀλλὰ καὶ δι’ ὧν κατηγόρουν τοῦ Θεσσαλονίκης, ὡς πολλὰς λέγοντος θεότητας, ἐπειδήπερ πάσας τὰς θείας καὶ κοινὰς τῶν τριῶν ὑποστάσεων δυνάμεις τε καὶ ἐνεργείας ἀκτίστους εἶναι διατείνεται, φανεροὶ γεγόνασιν, ὡς οὐ πρὸς τὰς λέξεις αὐτοῖς ὁ πόλεμος, ἀλλ’ οὔτε διαφορὰν θείας οὐσίας καὶ θείας ἐνεργείας, οὔτε μὴν ἄκτιστον εἶναι τὴν θείαν καὶ παντοδύναμον ἐνέργειαν νομίζουσιν.
11. Ἐφ’ οἷς προτεθέντων τῶν θεολόγων τῆς Ἐκκλησίας, ἀνεγνώσθη ἀπὸ μὲν τοῦ μεγάλου Βασιλείου πολλά τε ἄλλα καὶ δὴ καὶ ταῦτα· «Εἰ γὰρ οὐδὲν ὅλως ἐπὶ Θεοῦ κατ’ ἐπίνοιαν ὁ Εὐνόμιος θεωρεῖ, ἵνα μὴ δόξῃ ἀνθρωπίναις τὸν Θεὸν σεμνύνειν προσηγορίαις, πάντα ὁμοίως οὐσίαν ὁμολογήσει τὰ ἐπιλεγόμενα τῷ Θεῷ· πῶς οὖν οὐ καταγέλαστον, τὸ δημιουργικὸν οὐσίαν εἶναι λέγειν, τὸ προνοητικὸν πάλιν οὐσίαν, τὸ προγνωστικὸν ὡσαύτως, καὶ ἁπαξαπλῶς πᾶσαν ἐνέργειαν οὐσίαν τίθεσθαι;» Ἀπὸ δὲ τοῦ θεολόγου Δαμασκηνοῦ, ἐν οἷς περὶ τῶν δύο ἐνεργειῶν τῶν ἐν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ διδάσκει, λέγων· «Ἰστέον ὡς ἄλλο ἐστὶν ἐνέργεια καὶ ἄλλο ἐνεργητικόν, καὶ ἄλλο ἐνέργημα, καὶ ἄλλο ὁ ἐνεργῶν· ἐνέργεια μὲν οὖν ἐστιν ἡ δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις· ἐνεργητικὸν δὲ ἡ φύσις, ἐξ ἧς ἡ ἐνέργεια πρόεισιν· ἐνέργημα δὲ τὸ τῆς ἐνεργείας ἀποτέλεσμα· ἐνεργῶν δὲ ὁ κεχρημένος τῇ ἐνεργείᾳ, ἤτοι ἡ ὑπόστασις». Ὁ δὲ θεῖος Μάξιμος ἐν τῷ κεφαλαίῳ τῷ ἐπιγραφομένῳ «ἐκ τῆς ἐπὶ σεκρέτου διαλέξεως», «πάντως, φησίν, ἀνάγκη ἐπὶ Χριστοῦ θελήσεις λέγεσθαι καὶ ἐνεργείας, καὶ πᾶσα ἀνάγκη· οὐδὲν γὰρ τῶν ὄντων χωρὶς ἐνεργείας φυσικῆς ὑφέστηκεν· οἱ γὰρ ἅγιοι Πατέρες φανερῶς λέγουσι μήτε εἶναι μήτε γινώσκεσθαι χωρὶς τῆς οὐσιώδους αὐτῆς ἐνεργείας τὴν οἱανδήποτε φύσιν».
12. Ἐπεὶ δὲ οἷς ἔλεγον, μὴ μόνον τοῖς ἁγίοις διετέλουν καθ’ ἕνα μαχόμενοι, ἀλλ’ ἤδη καὶ αὐτὴν τὴν ἁγίαν καὶ οἰκουμενικὴν ἕκτην Σύνοδον ἀνατρέπειν καὶ καταλύειν ἐπεχείρουν, ᾗ δὴ οὐκ ἄλλος ἦν ὁ σκοπός, περὶ δὲ τῶν δύο φυσικῶν θελημάτων καὶ τῶν δύο φυσικῶν ἐνεργειῶν τῶν ἐν τῷ Κυρίῳ καὶ Θεῷ ἡμῶν Ἰησοῦ Χριστῷ πᾶσα ἡ πρόθεσις γέγονε, καὶ ἦν ἀνάγκη διὰ ταῦτα προκομισθῆναι τῆς τοιαύτης Συνόδου Πρακτικὰ καὶ ἀναγνωσθῆναι, καὶ ἀπὸ τούτων τὸ εὐσεβὲς ἀνακηρυχθῆναι, τὰ μὲν προετέθησαν ἐπὶ τοῦ μέσου· οἱ δ’ εὐθὺς ἅμα τῷ προτεθῆναι ἀνέκραξαν· «μὴ τὰ Πρακτικὰ τῆς Συνόδου, ἀλλὰ τὸν Ὅρον μόνον ἀνάγνωθι». Τῆς δὲ θείας Συνόδου διαπορουμένης, ὅ τί ποτε βούλεται ἡ τοιαύτη φωνή, καὶ ἀνθ’ ὅτουπερ ἀποδοκιμάζουσι καὶ οὐ δέχονται τὰ Πρακτικά, ἐκεῖνοι καὶ οὕτω τῆς αὐτῆς περιέργου κακονοίας καὶ διεστραμμένης γνώμης οὐδ’ ὁπωσοῦν ἀφίσταντο, τῶν Πρακτικῶν μηδόλως προσιέμενοι τὴν ἀνάγνωσιν. Ἐπὶ τούτοις, κελεύσει θείᾳ τοῦ γαληνοτάτου βασιλέως ἡμῶν, ἀνεγνώσθη ῥῆσις ἀπὸ τοῦ συνήθως ἐπ’ ἄμβωνος ἀναγινωσκομένου τῇ Κυριακῇ τῆς Ὀρθοδοξίας Συνοδικοῦ, ἥτις καὶ ἐπὶ λέξεως ἔχει οὕτως· «Τοῖς ἀποβαλλομένοις τὰς τῶν ἁγίων Πατέρων φωνάς, τὰς ἐπὶ συστάσει τῶν ὀρθῶν δογμάτων τῆς τοῦ Θεοῦ Ἐκκλησίας ἐκφωνηθείσας, Ἀθανασίου, Κυρίλλου, Ἀμβροσίου, Ἀμφιλοχίου τοῦ θεηγόρου, Λέοντος τοῦ ἁγιωτάτου ἐπισκόπου τῆς πρεσβυτέρας Ῥώμης καὶ τῶν λοιπῶν, ἔτι τε καὶ τὰ τῶν οἰκουμενικῶν Συνόδων Πρακτικά, τῆς τετάρτης, φημί, καὶ τῆς ἕκτης, μὴ κατασπαζομένοις, ἀνάθεμα». Ἐπὶ τούτοις ἀνεγνώσθη καὶ ῥῆσις τῶν Πρακτικῶν, ἔχουσα ἐπὶ λέξεως οὕτως· «Τίς γάρ, εἰ καὶ βραδὺς εἴη πρὸς τὸ νοῆσαι, οὐ θεωρήσει, ὅπερ πᾶσι φαίνεται, ὅτι ἀδύνατον καὶ παρὰ τὴν τάξιν τῆς φύσεώς ἐστι δύνασθαι εἶναι φύσιν, καὶ ἐνέργειαν μὴ ἔχειν φύσεως; ὅπερ οὐδὲ ἀπὸ τῶν αἱρετικῶν ποτε ἐδοκιμάσθη λέγεσθαι, οἵτινες πάσας τὰς ἀνθρωπίνας πανουργίας καὶ σκολιὰς ζητήσεις κατὰ τῆς ὀρθότητος τῆς πίστεως καὶ συναθροισμοὺς ταῖς φαυλότησιν αὐτῶν προσφόρους ἐφεῦρον. Πῶς οὖν ὅπερ οὔτε ἀπὸ τῶν ἁγίων Πατέρων ἐρρέθη ποτέ, οὔτε ἀπὸ τῶν βεβήλων αἱρετικῶν τετόλμηται εὑρεθῆναι, ἐπὶ τοῦ παρόντος δυνήσεται προπετευθῆναι, ἵνα τῶν δύο φύσεων τοῦ Χριστοῦ, τῆς θείας δηλονότι καὶ τῆς ἀνθρωπίνης, ὧν τινων αἱ ἰδιότητες ἀκέραιοι εἶναι γνωρίζονται ἐν Χριστῷ, μίαν ἔχειν ἐνέργειαν; Τίς ποτε ὀρθῶς φρονῶν δυνήσεται ἀποδεῖξαι, ὁπόταν ἐὰν μία ἐστὶν εἴπωσιν, ἢ χρονικὴ ἢ ἀΐδιος λεχθήσεται, θεία ἢ ἀνθρωπίνη, ἄκτιστος ἢ κτιστή, ἡ αὐτὴ ἥτις καὶ τοῦ Πατρός ἐστιν, ἢ ἑτέρα παρὰ τὸν Πατέρα; Εἰ τοίνυν μία ἐστὶν καὶ ἡ αὐτή, μία καὶ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ κοινή ἐστιν, ὅπερ ἀλλόκοτόν ἐστι λέγεσθαι. Οὐκοῦν ἐπὰν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπός ἐστι, τὰ ἀνθρώπινα ἐνεργήσας ἐπὶ τῆς γῆς, ὁμοίως σὺν αὐτῷ καὶ ὁ Πατὴρ ἐνήργησε φυσικῶς. Ἐπειδὴ ἃ ὁ Πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Ἐπεί, ὅπερ ἡ ἀλήθεια περιέχει, ἐν ὅσῳ ἀνθρώπινά τινα ἐνήργησεν ὁ Χριστός, πρὸς μόνον τὸ πρόσωπον αὐτοῦ ὡς Υἱοῦ ἐπαναφέρεται· ἅτινα οὐκ ἔστι τὰ αὐτά, οἷα καὶ τοῦ Πατρός. Κατ’ ἄλλο γὰρ δηλονότι καὶ ἄλλο ἐνήργησεν ὁ Χριστός, ἵνα κατὰ τὴν θεότητα, ἃ ποιεῖ ὁ Πατήρ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιῇ· καὶ κατὰ τὴν ἀνθρωπότητα, ἅ εἰσι τοῦ ἀνθρώπου ἴδια, ὁ αὐτὸς οὗτος ἐνήργησεν ὡς ἄνθρωπος, ἐπειδὴ ἀληθής ἐστι καὶ Θεὸς καὶ ἄνθρωπος. Ὅθεν καὶ ἀληθῶς πιστεύεται, ὅτι ὁ αὐτὸς οὗτος εἷς ὢν ἔχει φυσικὰς ἐνεργείας, τὴν θείαν δηλονότι καὶ τὴν ἀνθρωπίνην, τὴν ἄκτιστον καὶ τὴν κτιστήν, ὡς ἀληθινὸς καὶ τέλειος Θεὸς καὶ ἀληθινὸς καὶ τέλειος ἄνθρωπος, εἷς ὁ αὐτός, μεσίτης Θεοῦ καὶ ἀνθρώπων, Κύριος Ἰησοῦς Χριστός». Καὶ πάλιν ἀπὸ τῶν αὐτῶν Πρακτικῶν προεκομίσθη ἑτέρα ῥῆσις, ἔχουσα ἐπὶ λέξεως οὕτω· «Τὴν ἑκατέρας φύσεως ἑκατέρων ἴσμεν ἐνέργειαν, τὴν οὐσιώδη λέγω καὶ φυσικὴν καὶ κατάλληλον, ἀδιαιρέτως προϊοῦσαν ἐξ ἑκατέρας οὐσίας καὶ φύσεως, κατὰ τὴν ἐμπεφυκυῖαν αὐτῇ φυσικὴν καὶ οὐσιώδη ποιότητα καὶ τὴν ἀμέριστον ὁμοῦ καὶ ἀσύγχυτον θατέρας οὐσίας συνεπαγομένην ἐνέργειαν. Τοῦτο γὰρ καὶ τῶν ἐνεργειῶν ἐπὶ Χριστοῦ ποιεῖ τὸ διάφορον, ὥσπερ δὴ καὶ τὸ εἶναι τὰς φύσεις τῶν φύσεων».
13. Ἀλλὰ καὶ ὁ παρ’ αὐτῶν ζητούμενος Ὅρος ἀναγνωσθεὶς εἶχεν ἐπὶ λέξεως οὕτως· «Ἡ παροῦσα ἁγία καὶ οἰκουμενικὴ Σύνοδος, πιστῶς δεξαμένη καὶ ὑπτίαις χερσὶν ἀσπασαμένη τήν τε τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου πάπα τῆς πρεσβυτέρας Ῥώμης Ἀγάθωνος γενομένην ἀναφορὰν πρὸς τὸν εὐσεβέστατον ἡμῶν βασιλέα»· καὶ μετά τινα· «ἑπομένη τε ταῖς τε ἁγίαις καὶ οἰκουμενικαῖς πέντε Συνόδοις καὶ τοῖς ἁγίοις καὶ ἐγκρίτοις Πατράσι καὶ συμφώνως ὁρίζουσα, ὁμολογεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἀληθινὸν Θεὸν ἡμῶν, τὸν ἕνα τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ζωαρχικῆς Τριάδος, τέλειον ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας· πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμέρων τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, τῆς κυρίως καὶ κατὰ ἀλήθειαν Θεοτόκου, κατὰ τὴν ἀνθρωπότητα· ἕνα καὶ τὸν αὐτὸν Χριστόν, Υἱόν, Κύριον, Μονογενῆ, ἐν δύο φύσεσιν, ἀσυγχύτως, ἀτρέπτως, ἀχωρίστως, ἀδιαιρέτως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ Θεὸν Λόγον, Κύριον Ἰησοῦν Χριστόν, καθάπερ ἄνω οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς Ἰησοῦς ὁ Χριστὸς ἐξεπαίδευσε καὶ τὸ τῶν ἁγίων Πατέρων ἡμῖν παραδέδωκε Σύμβολον. Καὶ δύο φυσικὰς θελήσεις, ἤτοι θελήματα, ἐν αὐτῷ, καὶ δύο φυσικὰς ἐνεργείας ἀδιαιρέτως, ἀτρέπτως, ἀμερίστως, ἀσυγχύτως, κατὰ τὴν τῶν ἁγίων Πατέρων διδασκαλίαν, ὡσαύτως κηρύττομεν· καὶ δύο μὲν φυσικὰ θελήματα οὐχ ὑπεναντία, μὴ γένοιτο, καθὼς οἱ ἀσεβεῖς ἔφησαν αἱρετικοί, ἀλλ’ ἑπόμενον τὸ ἀνθρώπινον αὐτοῦ θέλημα, καὶ μὴ ἀντιπῖπτον ἢ ἀντιπαλαῖον, μᾶλλον μὲν οὖν καὶ ὑποτασσόμενον τῷ θείῳ αὐτοῦ καὶ πανσθενεῖ θελήματι».
14. Τούτων δὲ ἀναγνωσθέντων, κωφοῖς ἑῴκεσαν οἱ τῆς αἱρέσεως προϊστάμενοι, ἓν καὶ πάντῃ ἀδιάφορον βοῶντες καὶ διατεινόμενοι τὴν θείαν τε καὶ ἄκτιστον οὐσίαν καὶ τὴν θείαν καὶ ἄκτιστον ταύτης ἐνέργειαν, προφέροντες καὶ ῥητά, ὧν τὸ μὲν ἦν τοῦ ἁγίου καὶ ὁμολογητοῦ Μαξίμου, τὸ δὲ τοῦ ἐν ἁγίοις ὁμολογητοῦ Θεοδώρου τοῦ Γραπτοῦ, διαστρέφοντες καὶ παρερμηνεύοντες ταῦτα πρὸς τὴν οἰκείαν δυσσέβειαν. Πῶς γὰρ ἂν ὁ θεῖος Μάξιμος τῇ τοῦ Θεοῦ ἐνεργείᾳ πολεμεῖν ἔμελλεν, ὅς γε ὑπὲρ τῶν ἐν Χριστῷ δύο ἐνεργειῶν, τῆς τε θείας δηλαδὴ καὶ τῆς ἀνθρωπίνης, δρόμους μὲν ἠλάθη τοσούτους, γλῶτταν δὲ τὴν θεόφθογγον ἀφήρηται, χεῖρα δὲ ἐκκέκοπται, καὶ τέλος ἀειφυγίαν καταδικασθείς, μαρτυρικὸν γενναίως ἠσπάσατο θάνατον; Τῶν δὲ καὶ ἔτι ἀντιλεγόντων καὶ προφερόντων τῷ Θεσσαλονίκης θεότητα λέγοντι τὴν θείαν ἐνέργειαν, ἀνεγνώσθησαν ῥήσεις τῶν ἁγίων, τοῦ μὲν μεγάλου Βασιλείου ἐν οἷς πρὸς Εὐστάθιον τὸν ἰατρὸν γράφει· «Οὐκ οἶδα ὅπως ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες, ὥσπερ οὐκ ἀκηκοότες παρὰ τῆς Γραφῆς ὅτι χειροτονητὴ φύσις οὐ γίνεται. Μωσῆς δὲ τῶν Αἰγυπτίων ἐχειροτονήθη Θεός, οὕτω πρὸς αὐτὸν εἰπόντος τοῦ χρηματίζοντος, ὅτι Θεόν σε δέδωκα τῷ Φαραῷ. Οὐκοῦν ἐξουσίας τινὸς εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς ἔνδειξιν ἡ προσηγορία φέρει. Ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένης ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος».
15. Τοῦ δὲ Νύσσης ἐν τῷ περὶ θεότητος Υἱοῦ καὶ Πνεύματος λέγοντος· «Φασὶν οἱ Πνευματομάχοι φύσεως εἶναι σημαντικὴν τὴν θεότητα... Ἡμεῖς δέ φαμεν, ὅτι ὄνομα σημαντικὸν ἡ θεία φύσις ἢ οὐκ ἔχει, ἢ ἡμῖν οὐκ ἔχει· ἀλλ’ εἴ τι καὶ λέγεται εἴτε παρὰ τῆς ἀνθρωπίνης συνηθείας, εἴτε παρὰ τῆς θείας Γραφῆς, τῶν περὶ αὐτὴν ἀποσημανθέντων ἐστί τι. Αὐτὴ δὲ ἡ θεία φύσις ἄφραστός τε καὶ ἀνεκφώνητος μένει, ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν. Λαβέτωσαν δὲ τῆς ἀνόητου αὐτῶν βλασφημίας καὶ τὸν ὄφιν κατήγορον, ὃς δείκνυσιν, ὅτι τὸ τῆς θεότητος ὄνομα τῆς ὁρατικῆς ἐνεργείας τὴν σημασίαν ἔχει... Συμβουλεύων γὰρ ἅψασθαι τῶν ἀπηγορευμένων, τοῦτο ἐπαγγέλλεται, ὅτι ἀνοιγήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί. Ὁρᾷς, ὅτι τὴν θεατικὴν ἐνέργειαν προσμαρτυρεῖ τῇ φωνῇ τῆς θεότητος; Οὐ γάρ ἐστι θεάσασθαί τι μὴ τῶν ὀφθαλμῶν ἀνοιγέντων. Οὐκοῦν οὐχὶ φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν ἡ τῆς θεότητος προσηγορία παρίστησιν». Καὶ πάλιν ὁ αὐτὸς πρὸς Ἀβλάβιον γράφων, «Θεός, φησίν, ἐνεργοῦντα δῆλοι· θεότης δὲ ἐνέργειαν· οὐδὲν δὲ τῶν τριῶν ἐνέργεια, ἀλλὰ μᾶλλον ἐνεργοῦν ἕκαστον αὐτῶν».
16. Οὕτω δὲ διὰ πάντων τούτων ἐξεληλεγμένοι, προσεκλήθησαν παρὰ τῆς Ἐκκλησίας εἰς μετάνοιαν, πολλὰ πρότερον τοῦ γαληνότατου βασιλέως ἡμῶν μὴ ἀποπηδῆσαι τοῦ καλοῦ τῆς μετανοίας φαρμάκου λόγοις πολὺ τὸ ἐπαγωγὸν καὶ χαρίεν ἔχουσι παρακεκληκότος αὐτούς. Οἱ δὲ οὐ κατεδέξαντο, ἄντικρυς λέγοντες, τὸ «ὁδούς σου εἰδέναι οὐ βούλομαι». Ἐνέμενον γὰρ οἷς κακῶς ἔγνωσαν ἐξ ἀρχῆς. Διὰ τοῦτο κελεύσει θείᾳ τοῦ κρατίστου βασιλέως ἡμῶν καὶ τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου ἀνεγνώσθη Τόμος, ἐπὶ καθαιρέσει μὲν προβὰς πρὸ καιροῦ τινος, τοῦ Ἐφέσου, τοῦ Γάννου καὶ ἑτέρων, ὡς τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου νενοσηκότων· μήπω δὲ εἰς ἔργον προβάς, διὰ τὸ τὴν ἐπιστροφὴν αὐτῶν καὶ μετάνοιαν ἀναμένειν, καὶ πᾶσι τρόποις καὶ μηχαναῖς ἀνακαλεῖσθαι ταύτην ὅλῃ προθυμίᾳ τε καὶ σπουδῇ. Καὶ ἀναγνωσθέντος, ἤρξατο ὁ τιμιώτατος μέγας χαρτοφύλαξ καὶ ὕπατος τῶν φιλοσόφων, κατὰ τὸ ἐκκλησιαστικὸν ἔθος, ἐρωτᾶν ἕκαστον, ὅπως ἔχει γνώμης περὶ τῶν κατὰ μέρος λαληθέντων τε καὶ ἐξετασθέντων δογματικῶν κεφαλαίων. Καὶ πάντες ἑνὶ στόματι καὶ ἐξ ἑνὸς κινούμενοι Πνεύματος, μετὰ τοῦ ἡνωμένου καὶ θεοπρεπῆ διάκρισιν καὶ διαφορὰν τῆς θείας οὐσίας καὶ ἐνεργείας φανερῶς ὡμολόγησαν, τοῖς θεολόγοις ἑπόμενοι, ἄκτιστόν τε τὴν θείαν ἐνέργειαν, καθὰ δῆτα καὶ τὴν οὐσίαν ἔστερξαν· καὶ θεότητα καὶ ταύτην δὴ τὴν θείαν ἐνέργειαν ὀνομάζεσθαι παρὰ τῶν αὐτῶν θεολόγων ἀκούσαντες, ἀσμένως ἐδέξαντο.
17. Ἐπὶ τούτοις ἐρωτηθεὶς καὶ ὁ ἁγιώτατος καὶ οἰκουμενικὸς πατριάρχης καὶ αὐτὸς τὴν οἰκείαν γνώμην ἐξενεγκεῖν, λόγον τε διεξελθὼν πρότερον περὶ διαφορᾶς θείας οὐσίας καὶ ἐνεργείας, καὶ τοὺς παρὰ τῶν ἁγίων λεγομένους τῆς διαφορᾶς τρόπους πάντα καλῶς καὶ κατὰ μέρος διευκρινήσας, ἔτι τε καὶ τὸ ἡνωμένον καὶ ἀχώριστον ταύτης πρὸς τὴν θείαν οὐσίαν ἀποδείξας, ἐν οἷς καὶ ἄκτιστον τὴν θείαν ἐνέργειαν καὶ θεότητα παρὰ τῶν ἁγίων εἰρῆσθαι ἀπεφήνατο, τῆς πρὸς τοὺς διαφερομένους ἔπειτα παραινέσεως ὅλος ἐγένετο, παρακαλῶν, νουθετῶν, ἐλέγχων, πᾶσι τρόποις πρὸς μετάνοιαν αὐτοὺς ἐκκαλούμενος, καὶ τὴν πρὸς τοὺς ἁγίους καὶ τὴν ἱερὰν Σύνοδον συμφωνίαν μεθ’ ὅ,τι πλείστης προθυμίας τε καὶ σπουδῆς θεοφιλῶς προτρεπόμενος. Ὡς δὲ καὶ οὕτω τούτοις ἑώρα ἀνιάτως ἔχοντας, τῶν τε προτέρων βλασφημιῶν ἐχομένους καθάπαξ, καὶ τὴν μετάνοιαν παντάπασιν ἀποσειομένους, ζῆλον ἀναλαβὼν ἄξιον μὲν ἑαυτοῦ καὶ τῆς ἐκ παιδὸς ἀρετῆς, ἄξιον δὲ τοῦ θρόνου, τὸν μὲν Ἐφέσου καὶ τὸν Γάννου τῶν ἀρχιερατικῶν συμβόλων καὶ πάσης ἱερωσύνης ἀπογυμνοῖ, τοῦτο καὶ τῆς ἱερᾶς συμψηφισαμένης Συνόδου· οἱ δὲ σὺν αὐτοῖς ἕτεροι, οἵ τε τῆς αἱρέσεως προϊστάμενοι καὶ οἱ τούτοις κακῶς ἑπόμενοι, τὴν καταδίκην μεθ’ ἑαυτῶν ἔχοντες, ἀποπέμπονται, τινῶν συγγνώμην αἰτησάντων καὶ διὰ μετανοίας ταύτης τετυχηκότων. Καὶ ἡ μὲν συνέλευσις αὕτη ἐν τούτοις ἐτελεύτησεν.
18. Ἡμέραι δ’ ἐξ ἐκείνου παρερρύησαν ὀλίγαι, οὕτω τοῦ γαληνότατου καὶ ἁγίου βασιλέως ἡμῶν κελεύσαντος καὶ θύραν μετανοίας ἐντεῦθεν τοῖς διαφερομένοις σοφῶς ὑπανοίγοντος. Τῶν δὲ καὶ ἔτι ἀνιάτως ἐχόντων, ἔδοξε δίκαιον Σύνοδον πάλιν ἑτέραν συγκροτηθῆναι, ὥστε δι’ ἐξετάσεως φανερωτέραν γενέσθαι περὶ τῶν προβεβλημένων τὴν τῆς εὐσεβείας ἀλήθειαν ἐκ τῶν τοῖς ἁγίοις τεθεολογημένων. Καὶ δὴ γενομένης, τῶν ἑτεροδοξούντων ἀπαντῆσαι μὴ βουληθέντων, ἀλλ’ ἀπειπόντων τοῦτο καθάπαξ, ὁ εὐσεβέστατος ἐκέλευσε βασιλεύς, πολλῶν δογματικῶν κεφαλαίων προβεβλημένων εἰς ζήτησιν, πρῶτον μὲν εἰ ἔστιν ἐπὶ Θεοῦ θεοπρεπὴς διάκρισις οὐσίας καὶ ἐνεργείας· ἔπειτα διακρίσεως ἀναφανείσης, πότερον, ἡ ἐνέργεια αὕτη κτιστή ἐστιν ἢ ἄκτιστος· τρίτον δὲ εἴ γε ἄκτιστος ἀποδειχθείη ἡ θεοπρεπὴς αὕτη ἐνέργεια, πῶς ἄν τις ἐκφύγοι τὸ μὴ παρὰ τοῦτο σύνθετον τὸν Θεὸν εἶναι νομίζειν, ὅπερ οἱ ἑτεροδοξοῦντες προφέρειν τολμῶσι τῇ τοῦ Θεοῦ Ἐκκλησία· τέταρτον δέ, εἴγε ἡ φωνὴ τῆς θεότητος οὐκ ἐπὶ τῆς οὐσίας μόνον, ἀλλὰ καὶ τῆς θείας ἐνεργείας παρὰ τῶν θεολόγων ὕμνηται· καὶ ἐκ τούτου γὰρ τὴν τῆς διθεΐας ἀμορφίαν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ καταχέουσιν οἱ ταύτης πολέμιοι· πέμπτον δέ, εἴπερ οἱ θεολόγοι κατά τι τὴν οὐσίαν τῆς ἐνεργείας ὑπερκεῖσθαί φασιν, ἐπεὶ καὶ τοῦτο τοῖς ἐναντίοις ὑπὸ μέμψιν τελεῖ· καὶ λοιπὸν ἔτι Θεοῦ μετεχομένου, πότερον κατὰ τὴν οὐσίαν ἡ μετοχὴ ἢ κατὰ τὴν ἐνέργειαν. Τοσούτων προκειμένων ἡμῖν ζητημάτων ἀρτίως, οὐ χρὴ περὶ πάντων ὁμοῦ ποιεῖσθαι τοὺς λόγους· γένοιτο γὰρ ἂν οὕτως ἡ τοῦ ζητουμένου κατάληψις οὐδαμῶς ἀκριβής, οὐδὲ κατὰ τὴν ἡμετέραν πρόθεσιν, ἀλλὰ περὶ ἑκάστου ἰδίᾳ διαλαβόντες ἐφ’ ἕτερον ἤδη χωρῶμεν, ὁδηγοῖς ἀπλανέσι χρώμενοι τοῖς σεπτοῖς θεολόγοις.
19. Καὶ πρῶτον, εἰ δόκει, περὶ τοῦ πρώτου λέγωμεν. Ἇρ’ ἔστι θεοπρεπὴς ἐπὶ Θεοῦ διάκρισις οὐσίας καὶ ἐνεργείας, ὅπερ τοῖς διαφερομένοις ἀπείρηται, πολλά τε ἄλλα ἄτοπα καὶ πολυθεΐαν ἐκ τούτου συνάγειν οἰομένοις, ἢ ταὐτὸν πάντῃ καὶ ἀδιάφορον; Ταῦτα τοῦ κρατίστου βασιλέως κελεύσαντος, ἡ θεία Σύνοδος τοῖς λεγομένοις προσχοῦσα, οὐκ ἄλλην, εἶπον, ἴσμεν ὁδόν, εὐσεβέστατε βασιλεῦ, ῥᾳδίως πρὸς ἀλήθειαν φέρουσαν, ἢ ταύτην, ἣν ἀρτίως ἡμῖν ὑπέδειξας. Καὶ τῶν θεολόγων ὡς ἔχουσι περὶ τούτων γνώμης εἰς ἐπήκοον πάντων ἀναγνωσθέντων, ἀπεδείχθη ὅτι οἱ μὴ μετὰ τοῦ ἡνωμένου καὶ τὸ διακεκριμένον τῆς θείας οὐσίας καὶ ἐνεργείας πρεσβεύοντες ἄθεοί τέ εἰσι καὶ πολλοῖς ἑτέροις ἀτόποις ἑαυτοὺς περιβάλλουσι. Κατὰ γὰρ τὸν μέγαν Διονύσιον, «τὸ μηδεμίαν δύναμιν ἢ ἐνέργειαν ἔχον οὔτε ἐστίν, οὔτε τί ἐστιν, οὔτε ἔστι παντελῶς αὐτοῦ θέσις οὐδὲ ἀφαίρεσις». Τὸ δὲ ἔχον, οὗ ἔχει κατά τι διαφέρει πάντως. Εἰ οὖν οὐκ ἔστι διαφορὰ τῆς θείας οὐσίας καὶ ἐνεργείας, οὐκ ἔστιν ἔχειν τὴν οὐσίαν τοῦ Θεοῦ ἐνέργειαν. Τὸ δὲ μὴ ἔχον ἐνέργειαν ἀνενέργητόν ἐστι, τὸ δὲ ἀνενέργητον καὶ ἀνύπαρκτον.
20. Τοῦ δὲ θεοφόρου Δαμασκηνοῦ γράφοντος, «ἔργον μὲν θείας φύσεως ἡ προαιώνιος γέννησις, ἔργον δὲ θείας θελήσεως ἡ κτίσις», καὶ τοῦ ἁγίου Κυρίλλου, «τὸ μὲν ποιεῖν ἐνεργείας ἐστί, φύσεως δὲ τὸ γεννᾶν, φύσις δὲ καὶ ἐνέργεια οὐ ταὐτόν», οἱ ἀδιάφορον εἶναι λέγοντες τὴν θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν, ἐπειδὴ κατ’ ἐκεῖνον τῆς φύσεώς ἐστι τὸ γεννᾶν, ἔστι δὲ κατ’ αὐτοὺς ἀδιάφορον τῆς φύσεως ἡ ἐνέργεια, ἔσται κατ’ αὐτοὺς καὶ τῆς ἐνεργείας τὸ γεννᾶν καὶ οὕτω τὰ ποιήματα ἔσονται γεννήματα ἀΐδια, ὡς ἐκ τῆς θείας φύσεως ὄντα. Ἐπεὶ δὲ πάλιν τῆς ἐνεργείας ἐστὶ τὸ ποιεῖν, ἡ δὲ φύσις ἀδιάφορος τῇ ἐνεργείᾳ, κατ’ αὐτούς, τῆς φύσεως ἔσται τὸ ποιεῖν. Καὶ οὕτω κατ’ αὐτοὺς τὰ ἐκ τῆς φύσεως ἔσονται ποιήματα. Καὶ πάλιν τοῦ αὐτοῦ γράφοντος ἐν τῷ δευτέρῳ τῶν πρὸς Ἑρμείαν διαλόγων, «πρὸς δὲ τούτοις ἅπασι πεποιεῖσθαί φαμεν ἐξ ἐνεργείας Θεοῦ πῦρ τε τὸ καυστικόν, καὶ μὴν καὶ τὸ ὕδωρ διαψύχειν εἶδος», οἱ ταὐτὸν καὶ ἀδιάφορον οὐσίαν καὶ ἐνέργειαν εἶναι λέγοντες ἐκ τῆς τοῦ Θεοῦ οὐσίας τό τε πῦρ καὶ τὸ ὕδωρ λέγειν ἀναγκασθήσονται. Καὶ οὕτω καὶ τῆς Ἑλλήνων πλάνης χείρων ἡ νῦν κακοδοξία καθέστηκεν, εἴπερ ἐκεῖνοι μὲν τὴν λογικὴν μόνην ψυχὴν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ εἶναι ἐνόμισαν, οὗτοι δέ γε καὶ τὰ ὑλικὰ δὴ ταῦτα καὶ αἰσθητὰ σώματα.
21. Ἀλλὰ καὶ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ, «ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν» εἰρηκότος, ὁ θεῖος Χρυσόστομος ἐν ὁμιλίᾳ ἑξηκοστῇ τῆς εἰς τὸ τοιοῦτον εὐαγγέλιον ἑρμηνείας, τοῦτο διασαφῶν τὸ ῥητόν, «κατὰ τὴν δύναμιν ἐνταῦθά φησιν εἰρῆσθαι αὐτό». Καὶ γὰρ περὶ ταύτης ἦν ὁ λόγος ἅπας αὐτῷ. «Εἰ δὲ ἡ δύναμις ἡ αὐτή, εὔδηλον ὅτι καὶ ἡ οὐσία». Καὶ μετὰ βραχέα· «οὐδὲ γάρ ἐστιν ἄλλην δι’ ἄλλης, οὔτε οὐσίαν, οὔτε δύναμιν μαθεῖν». Καὶ πάλιν ἐν τῷ αὐτῷ εὐαγγελίῳ, τοῦ ἀποστόλου Φιλίππου εἰπόντος, «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν», ὁ θεῖος οὗτος Χρυσόστομος ἐν τῇ αὐτῇ ὁμιλίᾳ, «ἴδωμεν», φησί, «τί ὁ Φίλιππος ζητεῖ ἰδεῖν· ἆρα τὴν σοφίαν τοῦ Πατρός, ἆρα τὴν ἀγαθότητα; οὐχί, ἀλλ’ αὐτὸ τὶ ποτέ ἐστιν ὁ Θεός· αὐτὴν τὴν οὐσίαν». Καὶ πάλιν ὁ αὐτός, τὸ ἀποστολικὸν ῥητὸν ἐξηγούμενος τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς, τὸ λέγον, «τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη», «φρόνημα, εἶπε, σαρκὸς τὴν κακίαν φησί, καὶ φρόνημα πνεύματος τὴν χάριν τὴν διδομένην, καὶ τὴν ἐνέργειαν τὴν τῇ προαιρέσει κιρνωμένην τῇ χρηστῇ, οὐδαμοῦ περὶ ὑποστάσεως ἐνταῦθα καὶ οὐσίας διαλεγόμενος». Καὶ αὖθις ὁ αὐτὸς Χρυσόστομος ἐν τῷ λόγῳ, ἐν ᾦ ἐξηγεῖται τό, «θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ὄμωσον», τάδε κατὰ λέξιν φησίν· «λυχνία ἦν ἀληθὴς ἡ σὰρξ ἡ δεσποτική, ἡ τοῦ ἁγίου Πνεύματος τὰς ἐλλάμψεις ἑπταπλασίονι χάριτι δείξασα. ‹Ἐξελεύσεται γάρ›, φησὶν Ἡσαΐας, ‹ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα Θεοῦ›. Ποῖον; τὸ πολυμερὲς ταῖς ἐνεργείαις καὶ πολὺ τῇ φύσει· ‹ἐπαναπαύσεται πνεῦμα Θεοῦ›, (ἐνταῦθα τὴν οὐσίαν ἑρμηνεύει, τὸ δὲ ἐπαγόμενον τὰς ἐνεργείας τοῦ Πνεύματος λέγει), ‹πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ›. Τὰς ἑπτὰ χαρίτας τοῦ ἁγίου Πνεύματος, τὰς ἐπαναπαυσαμένας τῷ δεσποτικῷ σώματι, ἐκείνας σχηματίζει ἐν τύπῳ ἑπταλύχνω». Καὶ πάλιν ὁ αὐτὸς θεῖος Χρυσόστομος ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ, «οὐ πάντα, φησί, τὰ χαρίσματα λαμβάνει τις, ἵνα μή τις τὴν χάριν φύσιν εἶναι νομίσῃ».
22. Ἀλλὰ καὶ τοῦ ἁγίου μάρτυρος καὶ φιλοσόφου Ἰουστίνου γράφοντος, «ὡς ἄρα τοῦ Θεοῦ ἔχοντος οὐσίαν μὲν πρὸς ὕπαρξιν, βούλησιν δὲ πρὸς ποίησιν», ὁ ἀπορρίπτων οὐσίας τε καὶ βουλῆς τὴν διαφοράν, καὶ τὴν ὕπαρξιν ἀπορρίπτει τοῦ Θεοῦ καὶ τὴν ποίησιν· οὐ φανερῶς οἱ τὴν διαφορὰν ἀθετοῦντες, οὗτοι καὶ τὸν Θεὸν ἀρνούμενοι καὶ τὸ αὐτόματον δοξάζοντες δείκνυται; Κατὰ γὰρ τὸν ἐκ Δαμάσκου θεῖον Ἰωάννην, «ἐνέργειά ἐστι καὶ ἡ βούλησις», ὡς ἐν τῷ περὶ ἐνεργείας τριακοστῷ ἕκτῳ τῶν δογματικῶν κεφαλαίων διασαφεῖ. Εἰπὼν γὰρ πρότερον περί τε ἄλλων, καὶ δὴ καὶ βουλήσεως ἀνθρωπίνης τε καὶ θείας, ἐπάγει εὐθὺς ἐν τῇ ἀρχῇ τοῦ ἐφεξῆς κεφαλαίου ἐπὶ λέξεως οὕτως· «Χρὴ γινώσκειν ὡς πᾶσαι αἱ δυνάμεις αἱ προειρημέναι, αἵ τε γνωστικαί, αἵ τε ζωτικαὶ καὶ φυσικαὶ καὶ τεχνικαί, ἐνέργειαι λέγονται· ἐνέργεια γάρ ἐστιν ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν».
23. Τούτων τοίνυν οὕτω πάνυ σαφῶς διευκρινηθέντων καὶ τῆς διαφορᾶς μάλα ἐναργῶς, καὶ ὡς οὐκ ἄλλως ἐνῆν ἀποδεδειγμένης, «οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις», κατὰ τὸν θεσπέσιον Παῦλον, «ἀλλ’ ἐν διδακτοῖς Πνεύματος ἁγίου», ταῖς τῶν Πατέρων δήπου θεοπνεύστοις θεολογίαις, ἔδει τοὺς καὶ ὁπωστιοῦν, ἔφη ἡ θεία Σύνοδος, περὶ τούτου διαφέρεσθαι πειραθέντας, νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, τὴν τῆς φιλονεικίας νόσον τῆς ἑαυτῶν διανοίας εὐσεβῶς ἐξεληλακέναι, καὶ τοῖς κοινοῖς ἡμῶν καθηγεμόσι καὶ διδασκάλοις τῆς εὐσεβείας εὖ μάλα προθύμως ἐθελῆσαι πεισθῆναι, σάλπιγγος ἁπάσης περὶ διαφορᾶς οὐσίας θείας καὶ ἐνεργείας μονονουχὶ λαμπροτέρας φωνὰς ἀφιεῖσι· καὶ μηδέν τι πλέον μηδόλως ἐπιχειρεῖν αὐτοῖς ἀντιβαίνειν καὶ πειρᾶσθαι πολυπραγμονεῖν περαιτέρω, τὶς ἡ ἐνέργεια καὶ ποταπὴ ἡ διαφορὰ καί πῶς ἂν γένοιτο αὕτη.
24. Οὐ γάρ, ὡς ἔοικε, τοῦ Χρυστοστόμου πατρὸς ἀκηκόασιν, ἐν οἷς τὸ κατὰ Ἰωάννην θεῖον εὐαγγέλιον ἐξηγεῖται, διδάσκοντος ἀνερμήνευτον καὶ ἀπερινόητον καὶ ὑπὲρ τοὺς τῆς φύσεως νόμους τὴν θείαν ἐνέργειαν εἶναι. «Εἰ γὰρ τούτου, φησί, τοῦ πνεύματος, οὗ τὴν αἴσθησιν δέχῃ τῇ ἀκοῇ καὶ τῇ ἁφῇ ἑρμηνεῦσαι οὐκ οἶδας, οὐδὲ τὴν ὁδόν, πῶς τὴν ἀπὸ τοῦ θείου Πνεύματος ἐνέργειαν περιεργάζῃ τὴν τοῦ ἀνέμου οὐκ ἐπιστάμενος, καίτοι φωνὴν ἀκούων; Τὸ δέ, ‹ὅπου θέλει πνεῖ›, πρὸς παράστασιν τῆς τοῦ Παρακλήτου εἴρηται ἐξουσίας. Εἰ γὰρ τοῦτο οὐδεὶς κατέχει, ἀλλ’ ὅπου θέλει, φέρεται, πολλῷ μᾶλλον τὴν τοῦ Πνεύματος ἐνέργειαν οὐ φύσεως δυνήσονται νόμοι κατασχεῖν, οὐχ ὅροι σωματικῆς γεννήσεως, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν». Οὐδέ γε τοῦ μεγάλου Βασιλείου ἀντιλέγοντος Εὐνομίῳ καὶ θεολογοῦντος, «ὡς ἄρα εἰ μέλλοιμεν ἅπαντα τῇ καταλήψει μετρεῖν, καὶ τὸ τοῖς λογισμοῖς ἀπερίληπτον μηδὲ εἶναι τὸ παράπαν ὑπολαμβάνειν, οἰχήσεται μὲν ὁ τῆς πίστεως, οἰχήσεται δὲ ὁ τῆς ἐλπίδος μισθός». Πῶς δ’ ἂν εἴημεν ἔτι τῶν μακαρισμῶν ἄξιοι, τῶν ἐπὶ τῇ πίστει τῶν ἀοράτων ἀποκειμένων, οἱ μόνοις τοῖς κατὰ λογισμὸν ἐναργέσι πειθόμενοι; Πόθεν ἐματαιώθησαν τὰ ἔθνη καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία; οὐκ ἐπειδὴ τοῖς τῷ λογισμῷ φαινομένοις ἀκολουθοῦντες, τῷ κηρύγματι τοῦ Πνεύματος ἀπειθοῦσι; Τίνας δὲ Ἡσαΐας ἀπολωλότας ὀδύρεται, «οὐαὶ οἱ σοφοὶ παρ’ ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες;» οὐ τοὺς τοιούτους;
25. Ταῦτα μὲν οὖν ἐχρῆν αὐτοὺς τῶν ἁγίων θεολογούντων ἀκούειν καὶ γ’ εὐθὺς ἀσμένως ὑπακούειν, ὡς ἥδιστά τε τούτοις προσεσχηκέναι καὶ ἀβασανίστους ταῖς τὴν διαφορὰν σημαινούσαις θείαις φωναῖς αὐτῶν ὑποπεπτωκέναι, εὐσεβεῖ σιωπῇ ταύτην στέργοντάς τε καὶ δεχομένους, τὸ δ’ ὅπως ἢ μηδαμοῦ ἢ μὴ ἐπ’ ἀναιρέσει τῆς διαφορᾶς προστιθέντας, εἴπερ ἄρα τοῖς καὶ ὁπωσοῦν εἰς εὐσεβοῦντας τελεῖν δοκοῦσιν ἑαυτοὺς συγκαταλέγειν ἠξίουν. Ἐπεὶ δὲ εἰς τοσοῦτον ὕβρεως καὶ ἀναιδείας, μᾶλλον δὲ παραπληξίας ἀφίκοντο, ὡς καὶ κατ’ αὐτῶν μανῆναι τῶν τε ἁγίων καὶ οἰκουμενικῶν Συνόδων καὶ πάντων, ὡς εἰπεῖν, τῶν ἱερῶν θεολόγων, καὶ τολμᾶν εἰς εὐθύνας ἤδη καὶ τούτους ἄγειν, καὶ τοὺς μὲν φεῦ! τῶν ἑλληνικῶν ἔτι καὶ συντρόφων αὐτοῖς δογμάτων ἀπόζειν λέγειν, τοὺς δ’ ἀμαθείας γράφεσθαι πλείστης, ὅλην καὶ ταῦτα Σύνοδον ὄντας, ἐνίους δ’ ὑπ’ ἀνάγκης εἰς ταύτην τὴν θεολογίαν ἐξῆχθαι, καίτοι μαρτυρίου θάνατον προθύμως ὑπὲρ αὐτῆς ἑλομένους, ἄλλους δ’ ἐγκωμιάζοντας οὐκ ἀληθεύοντας ταῦτα γράψαι, (ὢ πῶς ἄν τις ἐν μέρει λέγειν τὰς αὐτῶν ἀνάσχοιτο βλασφημίας;), φέρε νῦν ἡμεῖς, διὰ τὸ μὴ καταδέχεσθαι τῶν φιλοχρίστων τὴν ἀκοήν, ὥς πού τις ἔφη τῶν παρ’ αὐτῶν ἀθετουμένων Πατέρων, ὅ τί ποτε περὶ θείου δόγματος εἴρηται τοῖς ἁγίοις, μὴ σφόδρα ἀληθείας καὶ θεολογικῆς ἀκριβείας ἐξηρτημένον, τῷ παρ’ αὐτῶν πρεσβευομένῳ Θεῷ θαρρήσαντες, περί τε ἑνώσεως καὶ διακρίσεως τρόπου θείας οὐσίας καὶ ἐνεργείας βραχέα ἄττα πειραθῶμεν διεξιέναι, οὐκ οἴκοθεν λογισμοὺς ἐφευρίσκειν ἐπιχειροῦντες εἰς συνηγορίαν τινὰ τῶν ὑπ’ αὐτῶν εὐσεβῶς πάλαι τεθεολογημένων, ἀλλ’ ὅν περ ἁπανταχοῦ τηρεῖν ἐσπουδάκαμεν νόμον, τὰ τῆς Ἐκκλησίας δόγματα διὰ τῶν τῆς Ἐκκλησίας διδασκάλων πιστοῦσθαι, καὶ μηδαμοῦ παρ’ ἑαυτῶν προστιθέναι ἢ ἀφαιρεῖν τῶν τούτοις δογματισθέντων. Τούτῳ δὴ κεχρημένοι κἀνταῦθα, τὴν θείαν ἐνέργειαν ἐκ τῆς θείας οὐσίας εἶναι διαρρήδην τῶν ἁγίων βοώντων ἀκηκοότες, οὐχ ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ, καὶ ταύτην εἶναι νομίζομεν, καθάπερ τοῖς διαφερομένοις σὺν πολλοῖς ἑτέροις ἀτόποις καὶ τοῦτο δόκει. Τὸ μὲν γὰρ ἐκ τοῦ Θεοῦ κἀπὶ τῶν κτισμάτων εἴρηται, τὸ δ’ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ ἐπ’ οὐδενὸς εἴρηταί ποτε τῶν ποιημάτων· μάλιστα μὲν οὖν καὶ ἀπείρηται παντελῶς τοῦτό γε τοῖς ἁγίοις.
26. Ὅ τε γὰρ μέγας Βασίλειος, «τὸ ποιούμενον, φησίν, οὐκ ἐκ τῆς οὐσίας τοῦ ποιοῦντός ἐστι»· καὶ ὁ θεῖος Δαμασκηνός, «ἡ κτίσις, εἰ καὶ μετὰ ταῦτα γέγονε, ἀλλ’ οὐκ ἐκ τῆς τοῦ Θεοῦ οὐσίας»· καὶ πάλιν, «κτίσις δὲ καὶ ποίησις, τὸ ἔξωθεν καὶ οὐκ ἐκ τῆς οὐσίας τοῦ κτίζοντας καὶ ποιοῦντος γενέσθαι τὸ κτιζόμενον καὶ ποιούμενον, ἀνόμοιον παντελῶς». Οὐ μήν, ἀλλ’ οὐδ’ ὡς ἔξω τῆς θείας οὐσίας αὐτήν, ἐκ τῆς θείας οὐσίας ὑπειλήφαμεν εἶναι, ὥσπερ καὶ τοῦτο ληρεῖν, οὐ τοσοῦτον ἀσεβῶς ὅσον ἀμαθῶς τοῖς δι’ ἐναντίας ἐπῆλθεν, μήποτέ τις οὕτω φρενῶν ἐκσταίη· ἀλλ’ οὐσιώδη καὶ φυσικὴν ταύτην τοῦ Θεοῦ κίνησιν οὖσαν κατὰ τοὺς θεολόγους εἰδότες, ὡς ἐκ πηγῆς ἀεννάου φαμὲν τῆς θείας οὐσίας προέρχεσθαί τε καὶ πηγάζειν, καὶ ταύτης χωρὶς οὐδέποτε θεωρεῖσθαι· ἀλλ’ ἀδιαίρετον αὐτῆς ἀεὶ διαμένειν, ἐξ ἀϊδίου τε τῇ θείᾳ συνυπάρχειν οὐσίᾳ, καὶ ἀχωρίστως ἡνωμενην εἶναι, μήτ’ αἰῶνι μήτε χρονικῷ ἢ τοπικῷ τινι διαστήματι τῆς θείας οὐσίας διαιρεῖσθαί ποτε δυναμένην, ἀλλ’ ἀχρόνως τε καὶ προαιωνίως ἐξ αὐτῆς τε προιοῦσαν καὶ ἀδιασπάστως αὐτῇ συνοῦσαν. Ὁ γὰρ μέγας Ἀθανάσιος, «ὅταν δέ, φησί, τὰ πάντα ἐνεργεῖται ὑπὸ τοῦ Θεοῦ διὰ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι, ἀχώριστον ὁρῶμεν ἐνέργειαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος». Καὶ ὁ ἐν ἁγίοις θεῖος Ἀναστάσιος, οὗ καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ Σύνοδος μεμυημένη, μέγαν τοῦτο προσείρηκεν, ἐν τῷ περὶ ἀπεριγράπτου δευτέρῳ λόγῳ αὐτοῦ, «ἴδωμεν, φησίν, οἷα λέγειν περὶ Θεοῦ ἀνέχονται οἱ αἱρετικοί· τῇ ἐνεργείᾳ φασὶν ἐν πᾶσίν ἐστιν ὁ Θεός, τῇ οὐσία δὲ οὐδαμοῦ, ἐνέργειαν λέγοντες τὸ προϊὸν ἐκ τῆς ἐνεργείας ἀποτέλεσμα· φαίην δ’ ἂν ἔγωγε, τῆς τοῦ Θεοῦ φύσεως ἀχώριστον εἶναι τὴν ἐνέργειαν αὐτοῦ». Καὶ μετά τινα· «ἔνθα ἂν ἡ ἐνέργεια φάναι, συνθεωρεῖται ταύτῃ καὶ ἡ οὐσία, ἐξ ἧς προέρχεται· ἑκάτερον γὰρ ἀπερίγραπτον, καὶ διὰ τοῦτο παντελῶς ἀλλήλων ἐστὶν ἀχώριστα· κηρύττει μὲν γὰρ ἡ ἐνέργεια τὴν λανθάνουσαν οὐσίαν, θεωρεῖται δὲ συμπαροῦσα τῇ ἐνεργείᾳ, χωρὶς αὐτῆς εἶναι μὴ δυναμένη». Καὶ αὖθις· «περὶ τὸ πᾶν ἐστιν ἡ ἐνέργεια, ταύτης δὲ ἀχώριστος ἡ οὐσία καθέστηκεν».
27. Ἀλλὰ μὴν ὥσπερ τὴν ἕνωσιν θείαν καὶ ἀΐδιον οὐ μόνῳ τῷ ἀχωρίστῳ, ἀλλ’ ἄλλοις τε πολλοῖς καὶ δὴ καὶ τῇ κοινότητι τοῦ ἀκτίστου καὶ ἀπεριγράπτου κατὰ τὴν τῶν ἁγίων θεολογίαν κηρύττομεν, οὕτω καὶ τὴν διάκρισιν καὶ διαφορὰν πάλιν κατ’ αὐτοὺς θεοπρεπῆ καὶ ταύτην δοξάζειν ἐγνώκειμεν· οὐκ εἰς παντελῆ διασπασμὸν ἐντεῦθεν αὐτὰ καὶ διαίρεσιν κατασπῶντες, οὐδέ τινα ἔκφυλον τὴν διαφορὰν ταύτην καὶ φυσικὴν ἀλλοτρίωσιν ἐννοοῦντες, ἢ διαστήμασι χωρίζοντες ἀλλήλων ταῦτα, ἄπαγε, ἀλλ’ οἵαν ἐπιδέχεσθαι τὰ κατὰ φύσιν αἴτια καὶ αἰτιατὰ μεμυήμεθα παρὰ τῶν ἁγίων, μόνῳ τῷ λογισμῷ θεοπρεπῶς διακρίνοντες τὰ φύσει ἡνωμένα καὶ ἀδιαίρετα. Ἀθανάσιος γὰρ ὁ μέγας ἐν τῷ κατὰ Ἀρειανῶν πέμπτῳ λόγῳ αὐτοῦ, «ἄλλο, φησίν, εἶναι τὸ ἔκ τινος καὶ ἄλλο τὸ ἐξ οὗ ἐστι· κατὰ τοῦτο ἄρα δύο. Εἰ δὲ μὴ δύο εἴη, ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ λέγοιτο, ἔσται τὸ αὐτὸ αἴτιον καὶ αἰτιατόν, γεννῶν καὶ γεννώμενον, ὅπερ ἄτοπον ἐπὶ Σαβελλίου δέδεικται». Οὐκοῦν καὶ τῆς ἐνερείας ἐκ τῆς οὐσίας εἶναι κατὰ τοὺς θεολόγους ἅπαντας πεπιστουμένης, τό τε ἄλλο καὶ ἄλλο εἶναι καὶ δύο εἶναι, κἀντεῦθεν διενηνοχέναι ἀλλήλων, ἐναργῶς ἀναπέφηνε, κατὰ τὸ ἐξ οὗ καὶ ἔκ τινος, τὸ αἴτιον δηλαδὴ καὶ τὸ αἰτιατόν, ὡς ὁ πολὺς οὗτος τὰ θεῖα διδάσκει θεολογῶν. Καὶ μετά τινα· «ἔστω δέ, φησί, παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύγασμα· δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτοῦ». Ὥσπερ τοίνυν ἐπὶ τοῦ πυρὸς καὶ τοῦ ἐξ αὐτοῦ φωτός, τοῦ μὲν φύσεως καὶ αἰτίου ὄντος, τοῦ δὲ φυσικοῦ καὶ αἰτιατοῦ, τό τε ἓν διὰ τὸ ἀχώριστον, καὶ τὸ διάφορον αὖθις διὰ τὸ αἴτιον καὶ αἰτιατὸν εἴρηκεν, οὕτω κἀπὶ τῆς θείας φύσεως καὶ τῆς ἐξ αὐτῆς ἐνεργείας, τὸ ἓν καὶ τὸ διάφορον ἡμῖν ἐκληπτέον τὸ μὲν κατὰ τὸ ἡνωμένον καὶ ἀδιαίρετον, τὸ δὲ κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ δὴ τοῦ αἰτίου. Οὔτε γὰρ τὸ ἓν τὴν διαφορὰν ἀπελαύνει, οὔτε μὴν ὅλως ἡ διαφορὰ τὸ ἓν ἀνατρέπει· ἀλλ’ ἑκάτερον κατὰ τοὺς ἁγίους εὐσεβῶς θεωρούμενον, οὐδ’ ὁτιοῦν ὑπὸ θατέρου παραβληθῆναι δυνήσεται.
28. Ἀλλὰ καὶ ὁ Νύσσης θεῖος Γρηγόριος τὴν ἐν τοῖς αἰτίοις τούτοις καὶ αἰτιατοῖς διαφορὰν εὖ μάλα εἰδὼς ἀληθείας ἐξεχομένην καὶ μηδ’ ὁπωσοῦν τῷ κατὰ τὴν φύσιν ἀδιαφόρῳ λυμαινομένην, Ἀβλαβίῳ γράφων, «τὸ ἀπαράλλακτον, ἔφη, τῆς φύσεως ὁμολογοῦντες, καὶ τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα, ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου καταλαμβάνομεν, ἐν τῷ τὸ μὲν αἴτιον πιστεύειν εἶναι, τὸ δ’ ἐκ τοῦ αἰτίου». Ὁ δέ γε ἀδελφὸς αὐτοῦ καὶ μέγας ὄντως Βασίλειος τοσαύτην φαίνεται ἁπαξαπλῶς τοῖς αἰτίοις τούτοις καὶ αἰτιατοῖς τὴν διαφορὰν παρέχων, ὡς καὶ τάξιν ἐκ φυσικῆς ἀκολουθίας ἐπ’ αὐτὴν δογματίζειν, καὶ τὸ πρότερον καὶ τὸ δεύτερον ἐπί τε αἰτίου καὶ αἰτιατοῦ λέγειν οὑτωσὶ διαρρήδην, καὶ τῶν ἀτόπων καὶ τῶν παραλόγων εἶναι νομίζειν τὸ μὴ ὁμολογεῖν, ἀλλ’ ἀρνεῖσθαι ταῦτα πειρᾶσθαι, καὶ ἢ μὴ συνιδεῖν τὴν διαφορὰν ταύτην τὸν Εὐνόμιον ἔφη, ἢ καὶ ἀποκρύψασθαι ταύτην ἑκόντα, γράφων· «Ἐκεῖνο δὲ ἢ οὐ σύνοιδεν ὁ Εὐνόμιος, ἢ ἑκὼν ἀπεκρύψατο· ὅτι ἔστι τι τάξεως εἶδος, οὐκ ἐκ τῆς παρ’ ἡμῶν θέσεως συνιστάμενον, ἀλλ’ αὐτῇ τῇ κατὰ φύσιν ἀκολουθίᾳ συμβαῖνον, ὡς τῷ πυρὶ πρὸς τὸ φῶς ἐστι τὸ ἐξ αὐτοῦ. Ἐν τούτοις γὰρ πρότερον τὸ αἴτιον λέγομεν· δεύτερον δὲ τὸ ἀπ’ αὐτοῦ οὐ διαστήματι χωρίζοντες ἀλλήλων ταῦτα, ἀλλὰ τῷ λογισμῷ τοῦ αἰτιατοῦ προεπινοοῦντες τὸ αἴτιον». Πῶς οὖν εὔλογον ἀρνεῖσθαι τὴν τάξιν, ἐφ’ ὧν ἐστι πρῶτον καὶ δεύτερον, οὐ κατὰ τὴν ἡμετέραν θέσιν, ἀλλ’ ἐκ τῆς κατὰ φύσιν αὐτοῖς ἐνυπαρχούσης ἀκολουθίας; Πάρεστι τοίνυν ἅπασιν ἀκριβῶς συνιδεῖν ἐκ τούτων τοῖς καὶ ὁπωσοῦν λογίζεσθαι δυναμένοις, ὅπως τὸν ἴσον τρόπον ἀληθείας ὁμοῦ καὶ εὐσεβείας ἐμέλησε τῷ ἁγίῳ. Τῷ μὲν γὰρ «οὐκ ἐκ τῆς παρ’ ἡμῶν θέσεως συνίστασθαι φᾶναι, ἀλλ’ αὐτῇ τῇ κατὰ φύσιν ἀκολουθίᾳ συμβαίνειν», ἐξ ἀφύκτου καὶ πολλῆς καὶ φυσικῆς ἀνάγκης καὶ λαμπρᾶς ἀληθείας ἔδειξαν οὖσαν τὴν ἐν τῇ τάξει ταύτῃ διαφορὰν τῶν αἰτιατῶν τε καὶ τῶν αἰτίων, καὶ ἄλλως ἔχειν μηδέποτε ἐγχωροῦσαν, ἀλλ’ ἀεὶ τούτοις ἀναγκαίως αὐτὴν ἐνθεωρουμένην· τῷ δὲ μὴ διαστήματι, ἀλλὰ τῷ λογισμῷ χωρίζειν ταῦτα ἐπενεγκεῖν καὶ τὴν ἐν τῷ προτέρῳ καὶ δευτέρῳ διαφορὰν μόνῳ τῷ νῷ θεωρεῖν, φαίνεται δήπου τὸ τῆς ἑνώσεως χρῆμα σφόδρα εὐσεβῶς κατησφαλισμένον, καὶ μηδεμίαν εἰς αὐτὴν ἐκ τῆς διακρίσεως ταύτην βλάβην εἰσάγων, ἀλλ’ αὐτήν τε τὴν ἕνωσιν ἀσύγχυτον εἶναι θεολογῶν, καὶ τὴν διαφορὰν ἀδιαίρετον πάντῃ διδάσκων. Πάλιν τοίνυν Εὐνομίου τὴν τοιαύτην διαφορὰν παντάπασιν ἀνελεῖν πειρωμένου, ὁ μέγας οὗτος, «πῶς, φησίν, οὐδεμίαν διαφορὰν καταλείπεις, οὐδὲ τὴν ἐν τοῖς αἰτίοις πρὸς τὰ ἐξ αὐτῶν ἐνυπάρχουσαν»; Οὕτω τὸ μηδεμίαν διαφορὰν ἐπὶ τῶν αἰτίων καὶ αἰτιατῶν εἶναι δοξάζειν, τῆς Ἀρείου καὶ Εὐνομίου μανίας πρόδηλός ἐστι τόκος. Ἐκεῖνοι γὰρ τὸ ὁμοούσιον ἀναιρεῖν πᾶσι τρόποις ἐσπουδακότες, ἀκηκοότες ἐν εὐαγγελίοις τοῦ Κυρίου τὸν Πατέρα μείζονα ἑαυτοῦ εἰρηκότος, καὶ ταύτην πάντως διαφορὰν ἐννοεῖν δεδωκότος, ἐντεῦθεν εὐθὺς τὴν μὲν κατὰ φύσιν διαφορὰν δυσσεβῶς παρεισάγειν ἐτόλμων, τὴν δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατόν, ὡς μηδεμίαν μηδαμοῦ φυσικὴν ἀλλοτρίωσιν ἢ διαίρεσιν δυναμένην εἰσάγειν εἰδότες, ἀλλὰ καὶ οὕτω τὴν τῆς φύσεως ἕνωσιν ἀδιάλυτον ἀεὶ συντηροῦσαν, ἀπηρνοῦντο καθάπαξ. Πρὸς οὓς οἱ τρεῖς οὗτοι, τὸν ὑπὲρ τῆς Τριάδος ἀνελόμενοι γενναίως ἀγῶνα, ὡς ἐκείνων τὴν δυσσέβειαν ταύτην οὖσαν, καὶ τὸ μέγα καὶ ὑπερφυὲς τῆς Τριάδος μυστήριον ἀναιροῦσαν, τῆς ἡμετέρας αὐτὸ Ἐκκλησίας ἀπελαύνουσιν ὡς δυνατὸν προρρωτάτω.
29. Τοιγαροῦν εἰκότως οἱ μὲν τὴν διαφορὰν ταύτην ἀθετοῦντες νῦν τῆς ἐκείνων κακοδοξίας ἁλίσκονται μετεσχηκότες, οἱ δὲ στέργειν τε καὶ ἀσπάζεσθαι προθύμως ὁμολογοῦντες, τῆς τῶν ἁγίων τούτων εὐσεβείας τε καὶ θεολογίας, μᾶλλον δὲ τῆς τοῦ Χριστοῦ μερίδος διατελοῦσιν ὄντες, ἡνωμένως κατ’ αὐτοὺς τὰ θεῖα διακρίνοντες καὶ διακεκριμένως ταῦτα ἑνοῦντες. Ἓν μὲν δὴ καὶ πρῶτον καὶ κυρίως ἄν τις φαίη τῆς τε θείας οὐσίας καὶ ἐνεργείας διακρίσεως εἶδος. Διενηνόχασι δ’ ἀλλήλων καὶ τῷ τὴν μὲν θείαν ἐνέργειαν μετέχεσθαι καὶ μερίζεσθαι ἀμερίστως καὶ ὀνομάζεσθαι καὶ νοεῖσθαί πως, εἰ καὶ ἀμυδρῶς, ἐκ τῶν αὐτῆς ἀποτελεσμάτων, τήν γε μὴν οὐσίαν ἀμέθεκτον καὶ ἀμέριστον καὶ ἀνώνυμον εἶναι, ὡς ὑπερώνυμον δηλονότι καὶ ἀπερινόητον παντελῶς.
30. Μετὰ τοῦτο ἐζητήσαμεν ἀποδειχθῆναι παρὰ τῶν ἁγίων, εἰ ἔστιν ἄκτιστος ἡ ἀχώριστος μέν, διαφέρουσα δὲ τῆς θείας φύσεως αὕτη ἐνέργεια, ὅπερ οἱ ἀντιλέγοντες τῇ Ἐκκλησίᾳ ἥκιστα ἐδέχοντο. Καὶ ἀπεδείχθη καὶ τοῦτο ὑπὸ τῶν ἁγίων ἐναργῶς κηρυττόμενον· ὧν κεφάλαιον ἡ ἁγία καὶ οἰκουμενικὴ ἕκτη Σύνοδος, καθὼς ἀνωτέρω διὰ τῶν κατὰ μέρος προτεθέντων αὐτῆς ῥητῶν μάλιστα ἱκανῶς ἀποδέδεκται. Συναπεδείχθη δὲ καὶ τοῦτο, ὅτι οἱ μὴ δεχόμενοι ἄκτιστον τὴν ἀχώριστον μὲν καὶ φυσικὴν τῆς θείας οὐσίας ἐνέργειαν, διαφέρουσαν δὲ αὐτῆς, ὥσπερ εἴρηται, κτίσμα τε ποιοῦσι καὶ αὐτὴν τὴν οὐσίαν τοῦ Θεοῦ. Κατὰ γὰρ τὸν ἅγιον Μάξιμον, «ἀπὸ τῆς ἐνεργείας ἡ ἑκάστου φύσις χαρακτηρίζεται», τῆς μὲν ἀκτίστου ἐνεργείας ἄκτιστον δεικνύσης φύσιν, κτιστὴν δὲ τῆς κτιστῆς. Ἔτι τε κατὰ τὸν Δαμασκηνὸν θεῖον Ἰωάννην φάσκοντα: ἡ κτιστὴ ἐνέργεια κτιστὴν δηλώσει καὶ φύσιν, ἡ δὲ ἄκτιστος ἄκτιστον χαρακτηρίζει οὐσίαν. Οἱ οὖν λέγοντες κτιστὴν τὴν θείαν ἐνέργειαν, ἀφ’ ἧς ἡ θεία φύσις χαρακτηρίζεται, κτιστὴν ἐξ ἀνάγκης παριστῶσι καὶ τὴν θείαν φύσιν.
31. Οὐ μὴν ἀλλὰ καὶ Μονοθελῆταί εἰσι, τῶν πώποτε ἐκείνων χείρους καὶ ἀτοπώτεροι, καὶ προαιώνια δοξάζουσιν εἶναι κτισματα. Ἐπεὶ γὰρ δύο φύσεις ὁμολογοῦμεν ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν μὲν ἄκτιστον, τὴν δὲ κτιστήν, οἱ μὴ λέγοντες ἔχειν τὴν θείαν φύσιν καὶ θέλημα καὶ ἐνέργειαν ἄκτιστον, ἓν θέλημα καὶ μίαν ἐνέργειαν δοξάζουσιν ἐπὶ Χριστοῦ, ὅπερ ἡ ἕκτη Σύνοδος ἀπεκήρυξε καὶ ἀνεθεμάτισε. Κἀντεῦθεν Μονοθελῆται καὶ αὐτοὶ φανερῶς ἀναδείκνυνται· χείρους δὲ ἐκείνων πολλῷ, ὅσον κἀκεῖνοι μὲν ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἔλεγον ἐπὶ Χριστοῦ, ἀλλὰ ἄκτιστον, τὴν κτιστὴν δήπουθεν ἀναιροῦντες· οὗτοι δὲ ἓν θέλημα καὶ μίαν ἐνέργειαν, ἀλλὰ κτιστήν, τὴν ἄκτιστον φανερῶς μὴ δεχόμενοι. Ἀλλὰ καὶ τοῦ μεγάλου Βασιλείου ἐν τοῖς πρὸς Ἀμφιλόχιον γράφοντος, «τὰ μὲν ὀνόματα τοῦ Πνεύματος τοιαῦτα ὑπερφῆ καὶ μεγάλα, οὔμενουν ἔχοντά τινα εἰς δόξαν ὑπερβολήν, αἱ δὲ ἐνέργειαι τίνες; ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ πλῆθος· πῶς γὰρ νοήσωμεν τὰ τῶν αἰώνων ἐπέκεινα»; Τίνες ἦσαν αὐτοῦ πρὸ τῆς νοητῆς κτίσεως αἱ ἐνέργειαι; Οἱ λέγοντες κτιστὰς τὰς θείας ἐνεργείας φανερῶς δοξάζουσιν εἶναι κτίσματα τῶν αἰώνων ἐπέκεινα. Ἐδείχθη δὲ καὶ τοῦτο, ὅτι ἄκτιστοι αἱ κοιναὶ καὶ φυσικαὶ τῆς τρισυπόστατου φύσεως θεῖαι ἐνέργειαι, οὐ διὰ δύο ἢ τριῶν μαρτυριῶν, ἀλλὰ διὰ πάσης τῆς θείας Γραφῆς.
32. Μετὰ τοῦτο ἐζητήσαμεν παρὰ τῶν ἁγίων, εἰ μηδεμίαν ἔχοι τις ἂν ἐπινοεῖν σύνθεσιν ἐπὶ Θεοῦ διὰ τὴν τῆς θείας οὐσίας καὶ ἐνεργείας διαφοράν. Καὶ τοῦτο γὰρ οἱ ἀντιλέγοντες ἰσχυρίζονται. Ἀπεδείχθη γοῦν παρὰ τῶν ἁγίων ἁπάντων κηρυττόμενον, ὡς οὐκ ἔστι σύνθεσίν τινα παρὰ τοῦτο νομίζειν ἐπὶ Θεοῦ. Ὁ γὰρ θεῖος Μάξιμος, ἐν οἷς πρὸς Πύρρον διαλέγεται, φανερώτατα δείκνυσι μή τινα σύνθεσιν ἐκ τῆς ἐνεργείας γίνεσθαι· «ὁρᾷς, λέγων τῷ Πύρρῳ, ὅτι ἐκ τούτου πλανᾶσθε, ἐκ τοῦ πάντῃ ἀγνοῆσαι ὅτι αἱ συνθέσεις τῶν ἐν ὑποστάσει ὄντων καὶ οὐ τῶν ἐν ἑτέρῳ θεωρουμένων εἰσίν· καὶ τοῦτο κοινὸν φρόνημα πάντων, καὶ τῶν ἔξω φιλοσόφων καὶ τῶν τῆς Ἐκκλησίας θεοσόφων μυσταγωγῶν· εἰ δὲ τῶν θελημάτων σύνθεσιν λέγετε, καὶ τῶν ἄλλων φυσικῶν σύνθεσιν λέγειν ἐκβιασθήσεσθε». Ἀλλὰ καὶ ὁ Νύσσης Γρηγόριος ἐν ἕκτῳ κεφαλαίῳ τῆς εἰς τὴν Ἑξαήμερον ἀναπληρώσεως οὕτω πρὸς λέξιν διέξεισιν· «Εἰ τοίνυν ἐν τῷ ἀνθρώπῳ κἂν διάφορα τυγχάνῃ τὰ πρὸς αἴσθησιν κατεσκευασμένα παρὰ τῆς φύσεως ὄργανα, διὰ πάντων ὁ νοῦς ἐνεργῶν καὶ κινούμενος καὶ καταλλήλως ἑκάστῳ πρὸς τὸ προκείμενον κεχρημένος, εἷς ἐστι καὶ ὁ αὐτός, ταῖς διαφοραῖς τῶν ἐνεργειῶν οὐ σενεξαλλάτων τὴν φύσιν, πῶς ἄν τις ἐπὶ Θεοῦ διὰ τῶν ποικίλων δυνάμεων πολυμερὲς τὸ τῆς αὐτοῦ οὐσίας καθυποπτεύσειεν;»
33. Ἀλλὰ καὶ τοῦτο συναπεδείχθη, ὅτι οἱ κατὰ τοὺς ἀντιλέγοντας μὴ δεχόμενοι τὴν διαφορὰν τῆς θείας οὐσίας καὶ τῆς ἐνεργείας, καὶ ἁπλῶς πάντων τῶν περὶ τὴν θείαν οὐσίαν φυσικῶς θεουρουμένων, ἐκεῖνοι σύνθετον ποιοῦσι μᾶλλον τὸν Θεόν, τοῦ μεγάλου Βασιλείου φανερῶς λέγοντος· «εἴπερ εἰς τὴν οὐσίαν φέροντες πάντα καταθήσομεν τὰ θεῖα ὀνόματα, οὐ μόνον σύνθετον, ἀλλὰ καὶ ἐξ ἀνομοιομερῶν συγκείμενον τὸν Θεὸν ἀποδείξομεν, διὰ τὸ ἄλλο καὶ ἄλλο ὑφ’ ἑκάστου τῶν ὀνομάτων σημαίνεσθαι». Καὶ τοῦ μεγάλου Γρηγορίου τοῦ Θεολόγου γράφοντος· «ἢ καὶ τὸ ἀθάνατον καὶ τὸ ἄκακον καὶ τὸ ἀναλλοίωτον οὐσία Θεου· ἀλλ’ εἰ τοῦτο, πολλαὶ οὐσίαι Θεοῦ, καὶ οὐ μία, ἢ σύνθετον ἐκ τούτων τὸ θεῖον· οὐ γὰρ ἀσυνθέτως ταῦτα, εἴπερ οὐσίαι». Ἔτι καὶ τοῦ θείου Κυρίλλου· «οὐ γὰρ οὐσία τὸ ἀγέννητον ἢ τὸ ἄφθαρτον ἢ τὸ ἀθάνατον ἢ τὸ ἀόρατον· εἰ γὰρ ἕκαστον τούτων οὐσίαν σημαίνει, ἐκ τοσούτων οὐσιῶν σύγκειται ὁ Θεός, ὅσα περ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται· πολλὰ γάρ ἐστιν, ἃ μόνῳ μὲν αὐτῷ πρόσεστιν, ἑτέρῳ δὲ τῶν ἁπάντων οὐδενί». Καὶ τοῦ θείου Χρυσοστόμου· «τοῦ Πνεύματος τὴν χάριν ἡ Γραφή ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα ὅτι οὐκ οὐσίας ταῦτα ὀνόματα, ἀλλ’ ἐνεργείας· οὐ γὰρ ἐκ διαφόρων συνέστηκεν οὐσιῶν τὸ Πνεῦμα, ἀόρατόν τε καὶ μονοειδὲς ὄν». Καὶ τοῦ Νύσσης πρὸς Εὐνόμιον λεγοντος· «Τίς ὁ διφυᾶ τὸν Θεὸν εἶναι λέγων πλὴν σοῦ, τοῦ πᾶσαν ὀνόματος ἔννοιαν τῇ τοῦ Πατρὸς οὐσίᾳ συμφύοντος, καὶ μηδὲν ἔξωθεν προσεῖναι λέγοντος, ἀλλ’ ἕκαστον τῶν περὶ τὸ θεῖον ὀνομάτων τῇ τοῦ Θεοῦ οὐσίᾳ ἐγκεντρίζοντος;».
34. Μετὰ τοῦτο ἐζητήθη, εἴ γε ἡ θεία καὶ ἄκτιστος ἐνέργεια θεότης παρὰ τῶν ἁγίων προσαγορεύεται. Οὐδὲ γὰρ τοῦτο οἱ νῦν ἀντιλέγοντες παρεδέχοντο. Καὶ ἀνεφάνη καὶ τοῦτο παρὰ τῶν ἁγίων κηρυττόμενον θεολόγων. Αὐτίκα γὰρ ὁ μέγας Βασίλειος ἐν τοῖς κατ’ Εὐνομίου, «καὶ αὐτό, φησί, τὸ τῆς θεότητος ὄνομα, εἴτε τὴν ἐποπτικὴν εἴτε τὴν προνοητικὴν ἐξουσίαν σημαίνει, οἰκείως εἶχε πρὸς τὸ ἀνθρώπινον». Καὶ πάλιν ὁ αὐτὸς ἐν τῇ πρὸς Εὐστάθιον τὸν ἰατρὸν ἐπιστολῇ· «Οὐκοῦν, φησίν, ἡ τῆς ἐνεργείας ταυτότης ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον. Ὥστε κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ Πνεύματι τὴν προσηγορίαν προσαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας κοινότης συντίθεται. Ἀλλ’ οὐκ οἶδα ὅπως ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες». Καὶ μετά τινα· «Οὐκοῦν ἐξουσίας τινός, εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς ἔνδειξιν ἡ προσηγορία φέρει. Ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος. Εὐεργέτην γὰρ καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες, ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν. Τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. Ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τούτων τῶν ὀνομάτων, καὶ αὐτῆς τῆς φύσεως, περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδώσει λόγον. Ὧν δὲ ὁ λόγος ἕτερος, τούτων καὶ ἡ φύσις διάφορος. Οὐκοῦν ἄλλο μέν ἐστιν ἡ οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη, ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία, ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζόμενων». Καὶ πάλιν ὁ αὐτὸς μέγας Βασίλειος ἐν τῇ αὐτῇ ἐπιστολῇ· «Εἴτε ἐνεργείας ὄνομα ἡ θεότης, ὡς μίαν ἐνέργειαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω μίαν φαμὲν εἶναι καὶ τὴν θεότητα, εἴτε καὶ κατὰ τὰς τῶν πολλῶν δόξας φύσεως ἐνδεικτικόν ἐστι τὸ τῆς θεότητος ὄνομα, διὰ τὸ μηδεμίαν εὑρίσκειν ἐν τῇ φύσει παραλλαγήν, οὐκ ἀπεικότως μιᾶς θεότητος τὴν ἁγίαν Τριάδα ὁριζόμεθα».
35. Καὶ ὁ ἅγιος Ἀναστάσιός φησιν· «Ἡ πρὸς Θεὸν προσηγορία πρόδηλον ὡς ἐνεργητικὴ τυγχάνει· οὐ γὰρ αὐτὴν τὴν τοῦ Θεοῦ οὐσίαν παρίστησιν· ἀδύνατον γὰρ ταύτην γνῶναι· ἀλλὰ τὴν θεωρητικὴν αὐτοῦ ἐνέργειαν ἡμῖν παρίστησι καὶ δηλοῖ τὸ Θεός». Καὶ πάλιν ὁ αὐτός· «Τὸ Θεὸς ὄνομα οὐ τὴν οὐσίαν τῆς θεότητος σημαίνει· ἀκατάληπτος γὰρ αὕτη καὶ ἀνώνυμός ἐστιν· ἀλλ’ ἐκ τῆς θεωρητικῆς αὐτοῦ ἐνεργείας Θεὸς εἴρηται, ὥς φησιν ὁ ἅγιος Διονύσιος, ἢ ἐκ τοῦ θέειν, ἤγουν διατρέχειν, ἢ ἐκ τοῦ αἴθειν, ὅ ἐστι φλογίζειν». Ὁ δὲ αὐτὸς μέγας Διονύσιος, «εἰ τὴν ὑπερούσιον, φησί, κρυφιότητα Θεὸν ἢ ζωὴν ἢ οὐσίαν ἢ φῶς ἢ λόγον ὀνομάσαιμεν, οὐδὲν ἕτερον νοοῦμεν ἢ τὰς εἰς ἡμᾶς ἐξ αὐτῆς προαγομένας δυνάμεις ἐκθεωτικὰς ἢ οὐσιοποιοὺς ἢ ζωογόνους ἢ σοφοδώρους. Αὐτῇ δὲ κατὰ τὴν πασῶν τῶν νοερῶν ἐνεργειῶν ἀπόλυσιν ἐπιβάλλομεν, μηδεμίαν ὁρῶντες θέωσιν ἢ ζωὴν ἢ οὐσίαν, ἥτις ἐμφερής ἐστι τῇ πάντων ἐξηρημένῃ κατὰ πᾶσαν ὑπεροχὴν αἰτίᾳ». Καὶ πάλιν ὁ αὐτός φησι· «θεότης ἐστὶν ἡ πάντα θεωμένη πρόνοια». Ὅτι δὲ ἡ πρόνοια ἐνέργειά ἐστι, καὶ ἀπ’ ἄλλων μὲν τοῦτο γνώριμον, μάλιστα δὲ καὶ ἀφ’ ὧν ὁ μέγας Ἀθανάσιος γράφει λέγων· «Οὐ κατὰ ἄλλην καὶ ἄλλην πρόνοιαν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐργάζεται, ἀλλὰ κατὰ μίαν καὶ τὴν αὐτὴν οὐσιώδη τῆς θεότητος ἐνέργειαν». Ἀλλὰ καὶ ὁ μέγας Διονύσιος πάλιν ἐν τῇ πρὸς Γάϊον δευτέρᾳ ἐπιστολῇ «θεότητα, φησίν, εἶναι τὸ χρῆμα τοῦ θεοποιοῦ δώρου, καὶ τὸ ἀμίμητον μίμημα τοῦ ὑπερθέου καὶ ὑπεραγάθου, καθ’ ὃ θεούμεθα καὶ ἀγαθυνόμεθα».
36. Ἐπὶ τούτοις, ἐπειδήπερ τὴν τοιαύτην δωρεὰν τοῦ Πνεύματος καὶ ἐνέργειαν, δηλαδὴ τὴν θέωσιν, καθ’ ἣν οἱ ἅγιοι θεοῦνται, θεότητα παρὰ τῶν ἁγίων προσαγορευομένην, οἱ τῷ Θεσσαλονίκης ἀντιλέγοντες λέγουσιν εἶναι θεότητα κτιστήν, κατασκευάζοντες δῆθεν τοῦτο ἐκ τοῦ ὑποστάτην αὐτῆς εἰρῆσθαι παρὰ τοῦ μεγάλου Διονυσίου τὸν Θεόν, καὶ μίμημα καλέσαι ταύτην καὶ τῶν μετεχόντων σχέσιν, δυσσεβῶς μὲν αὐτοὺς λέγειν ἀπεφήνατο ἡ ἱερὰ Σύνοδος. Ὅμως ζητηθέντος καὶ τούτου παρὰ τῆς θείας Συνόδου, εἴπερ εἶπέ τις τῶν ἁγίων ἄκτιστον εἶναι τὴν θέωσιν, καὶ εἴπερ ἡ σχέσις καὶ τὸ μίμημα καὶ τὸ «ὑπέστη» καὶ ἐπὶ τῶν ἀκτίστων λέγεται, προεκομίσθησαν ῥήσεις τῶν ἁγίων, οὐκ ἀεὶ ἐπὶ κτιστῶν δηλοῦσαι λέγεσθαι ταῦτα. Ὁ γὰρ μέγας Βασίλειος ἐν τοῖς Ἀντιρρητικοῖς φησιν· «ὁ τετοκὼς βώλους δρόσου οὐχ ὁμοίως τάς τε βώλους καὶ τὸν Υἱὸν ὑπεστήσατο». Κἀν τῷ πρώτῳ δὲ τῆς Ἑξαημέρου, «ἵνα δειχθῇ, φησίν, ὅτι ὁ κόσμος τεχνικόν ἐστι κατασκεύασμα, προκείμενον πᾶσιν εἰς θεωρίαν, ὥστε δι’ αὐτοῦ τὴν τοῦ ποιήσαντος αὐτὸν σοφίαν ἐπιγινώσκεσθαι, οὐκ ἄλλῃ τινὶ φωνῇ ἐχρήσατο ὁ σοφὸς Μωϋσῆς περὶ αὐτοῦ, ἀλλ’ εἶπεν, ‹ἐν ἀρχῇ ἐποίησεν›, οὐχὶ ἐνήργησεν, οὐδὲ ὑπέστησεν, ἀλλ’ ‹ἐποίησεν›· καθότι πολλοὶ τῶν φαντασθέντων συνυπάρχειν ἐξ ἀϊδίου τῷ Θεῷ τὸν κόσμον, οὐχὶ γεγενῆσθαι παρ’ αὐτοῦ συνεχώρησαν». Συναπεδείχθη δὲ ἀπὸ τούτου, ὅτι καὶ τὸ ἐνεργεῖν καὶ τὸ ἐνεργεῖσθαι οὐ μόνον ἐπὶ κτιστῶν, ἀλλὰ καὶ ἐπὶ ἀϊδίων καὶ ἀκτίστων δύναται λέγεσθαι· ἐπεὶ καὶ τὴν χάριν ἐνεργούμενην ἀκούοντες οἱ διαφερόμενοι, κτιστὴν εὐθὺς εἶναι νομίζουσιν. Ὁ γὰρ μέγας ἐν θεολογίᾳ Γρηγόριος, «ἔστω, φησί, καὶ ἐνεργείας, εἰ τοῦτο δοκεῖ· οὐδὲ οὕτως ἡμᾶς αἱρήσετε· αὐτὸ δὲ τοῦτο ἐνηργηκῶς ἂν εἴη τὸ ὁμοούσιον».
37. Καὶ ὁ Νύσσης δὲ θεῖος Γρηγόριος, «οὐ τρεῖς θεοὺς ὀνομάζειν, φησί, δυνάμεθα, τοὺς τὴν θεϊκὴν καὶ ἐποπτικὴν ἐνέργειαν συνημμένως καὶ ἀδιακρίτως ἀλλήλων ἐφ’ ἡμῶν τε καὶ πάσης τῆς κτίσεως ἐνεργοῦντας». Περὶ δὲ τοῦ μιμήματος εἶπεν ὁ Θεσσαλονίκης, ὡς ὁ μέγας Διονύσιος τῷ μιμήματι τὸ ἀμίμητον προσέθηκεν, ὥστε τὸ θεοποιὸν δῶρον οὐ μᾶλλον μίμημα ἢ ἀμιμησία. Φησὶ δὲ καὶ ὁ Θεολόγος Γρηγόριος μίμημα εἶναι καὶ τοῦ Πατρὸς τὸν Υἱόν, γράφων ἐν τῷ δευτέρῳ τῶν περὶ Υἱοῦ· «Εἰκὼν τοῦ Πατρὸς ὁ Υἱὸς ὡς ὁμοούσιος, καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ’ οὐκ ἐκ τούτου Πατήρ. Αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου, καὶ οὐ λέγεται». Ὥστε τὸ μίμημα οὐκ ἐμποδίζει πρὸς τὸ ἄκτιστον εἶναι τὴν θέωσιν. Σχέσις δέ ἐστι καὶ ἡ τοῦ Θεοῦ πρόνοια πρὸς τὰ προνοούμενα, καὶ ἡ πρόγνωσις αὐτοῦ πρὸς τὰ προγινωσκόμενα, καὶ οἱ ἐξ ἀϊδίου ἐν τῷ Θεῷ προορισμοὶ πρὸς τὰ προοριζόμενα. Ἀλλ’ ἑκάστῳ τούτων οὐκ ἐμπόδιόν ἐστι τὸ σχέσιν εἶναι πρὸς τὸ ἄκτιστον εἶναι, ὥς γε οὐδὲ ἡ θεοποιὸς δωρεὰ τοῦ Πνεύματος, αὐτὴ ἡ θέωσις, ἔστι κτιστή, διότι σχέσις ἐστὶ πρὸς τὰ θεούμενα. Ὅτι γὰρ ἄκτιστός ἐστι, σαφῶς καὶ συντόμως παραστήσει καὶ ὁ θεῖος Μάξιμος γράφων· «Ἡ θεία χάρις, εἰ καὶ ἀπόλαυσιν δίδωσι τοῖς κατὰ χάριν μετέχουσιν, ἀλλ’ οὐ κατάληψιν. Μένει γὰρ κἀν τῇ μεθέξει τῶν ἀπολαυόντων αὐτῆς ἀκατάληπτος, ὅτι κατὰ φύσιν ὡς ἀγένητος ἔχει τὴν ἀπειρίαν». Καὶ πάλιν, «τοῦτό ἐστι τὸ τοῦ Θεοῦ εὐαγγέλιον, πρεσβεία Θεοῦ πρὸς ἀνθρώπους δι’ Υἱοῦ σαρκωθέντος καὶ μισθὸν δωρουμένου τοῖς πειθομένοις αὐτῷ τὴν ἀγένητον θέωσιν».
38. Μετὰ δὲ τὸ φανῆναι καὶ τὴν θείαν ἐνέργειαν θεότητα ὀνομαζομένην, ἐζητήσαμεν ἀποδειχθῆναι παρὰ τῶν θεολόγων, εἰ τῆς θείας ἐνεργείας ταύτης καὶ τῶν οὐσιωδῶς περὶ αὐτὸν θεωρουμένων ὑπέρκειται κατ’ οὐσίαν ὁ Θεός. Καὶ ἀνεφάνη καὶ τοῦτο παρὰ πάντων κηρυττόμενον τῶν ἁγίων. Συναπεδείχθη δὲ καὶ τοῦτο, ὅτι οἱ μὴ τοῦτο παραδεχόμενοι ὄντως πολύθεοί εἰσι, πολλὰς λέγοντες ἀρχάς, ὡς μὴ ἀναφερόντες εἰς ἓν αἴτιον καὶ μίαν ἀρχὴν τὰ περὶ τὸν Θεὸν οὐσιωδῶς θεωρούμενα. Ὁ γὰρ μέγας Βασίλειος ἐν τοῖς Ἀντιρρητικοῖς φησιν· «Ἔστι τι τάξεως εἶδος, οὐκ ἐκ τῆς παρ’ ἡμῶν θέσεως συνιστάμενον, ἀλλ’ αὐτῇ, τῇ κατὰ φύσιν ἀκολουθίᾳ συμβαῖνον, ὡς τῷ πυρὶ πρὸς τὸ φῶς ἔστι τὸ ἐξ αὐτοῦ. Ἐν τοῖς τοιούτοις γὰρ πρότερον τὸ αἴτιον λέγομεν, δεύτερον δὲ τὸ ἀπ’ αὐτοῦ, οὐ διαστήματι χωρίζοντες ἀλλήλων ταῦτα, ἀλλὰ τῷ λογισμῷ τοῦ αἰτιατοῦ προεπινοοῦντες τὸ αἴτιον». Πῶς οὖν εὔλογον ἀρνεῖσθαι τὴν τάξιν, ἐφ’ ὧν ἐστι πρῶτον καὶ δεύτερον, οὐ κατὰ τὴν ἡμετέραν θέσιν, ἀλλ’ ἐκ τῆς κατὰ φύσιν αὐτοῖς ἐνυπαρχούσης ἀκολουθίας; Ἀλλὰ καὶ ἐν τοῖς πρὸς Ἀμφιλόχιον γράφει· «Αἱ δὲ ἐνέργειαι τοῦ Πνεύματος τίνες; Ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς γὰρ νοήσωμεν τὰ τῶν αἰώνων ἐπέκεινα; Τίνες ἦσαν αὐτοῦ πρὸ τῆς νοητῆς κτίσεως αἱ ἐνέργειαι; Πόσαι δὲ αἱ ἀπ’ αὐτοῦ περὶ τὴν κτίσιν χάριτες; Τίς δὲ ἡ πρὸς τοὺς αἰῶνας τοὺς ἐπερχομένους δύναμις; Ἦν μὲν γὰρ καὶ προῆν καὶ συμπαρῆν τῷ Υἱῷ καὶ τῷ Πατρὶ πρὸ τῶν αἰώνων. Ὥστε κἄν τι νοήσῃς τῶν αἰώνων ἐπέκεινα, καὶ τοῦτό ἐστι τοῦ Πνεύματος κατωτέρω, τὰς προαιωνίους ἐνεργείας Πνεύματος κατωτέρω τοῦ Πνεύματος ἀποφαινόμενος εἷναι». Ἐν δὲ τῷ περὶ θεότητος Υἱοῦ καὶ Πνεύματος λόγῳ ὁ Νύσσης θεῖος Γρηγόριος φησίν· «ἡ μὲν θεία φύσις ἄφραστός τε καὶ ἀνεκφώνητος μένει, ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν». Οὐκοῦν οὐχὶ φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν τοῦ Πνεύματος ἡ τῆς θεότητος προσηγορία παρίστησιν. Ὁ δὲ μέγας Ἀθανάσιος ἐν τῷ κατὰ Ἀρειανῶν δευτέρῳ λόγῳ, τῶν αἱρετικῶν λεγόντων τῆς θελήσεως εἶναι τὸν Υἱόν, ἀλλ’ οὐ τῆς φύσεως τοῦ Πατρός· «εἰ τὸ βούλεσθαι, φησί, περὶ τῶν μὴ ὄντων διδόασι τῷ Θεῷ, διατὶ τὸ ὑπερκείμενον τῆς βουλήσεως οὐκ ἐπιγινώσκουσι τοῦ Θεοῦ;» Κἀν τῷ τρίτῳ κατὰ τῶν αὐτῶν· «τὸ μὲν ἀντικείμενον τῆς βουλήσεως ἑωράκασιν οἱ αἱρετικοί, τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον οὐ τεθεωρήκασιν. Ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὸ παρὰ γνώμην, οὕτως ὑπέρκειται καὶ προηγεῖται τοῦ βούλεσθαι τὸ κατὰ φύσιν». Καὶ κατὰ Μακεδονίου γράφων ὁ αὐτός, «γίνωσκε, φησίν, ὅτι τὸ Θεὸς εἶναι δεύτερόν ἐστι τῆς φύσεως· καὶ γὰρ καὶ ἡμεῖς, ἐὰν μιμηταὶ γενώμεθα τοῦ Θεοῦ, κατὰ τὸν Παῦλον, θεοὶ μὲν γινόμεθα, τῆς δὲ αὐτῆς φύσεως γενέσθαι οὐ δυνάμεθα». Ὁ δὲ θεῖος Μάξιμος, «πάντων, φησί, τῶν ὄντων, καὶ μετεχόντων καὶ μεθεκτῶν, ἀπειράκις ἀπείρως ὁ Θεὸς ὑπερεξῄρηται».
39. Ἀλλὰ καὶ ὁ μέγας Διονύσιος ἐν τῷ περὶ θείων ὀνομάτων δωδεκάτῳ φησίν· «Καθόσον ὑπερέχουσι τῶν οὐκ ὄντων, τὰ ὄντα ἅγια ἢ θεῖα ἢ κύρια ἢ βασιλικά, καὶ αὐτῶν μετεχόντων αἱ αὐτομετοχαί, κατὰ τουσοῦτον ὑπερίδρυται πάντων τῶν ὄντων ὁ ὑπὲρ πάντα τὰ ὄντα, καὶ πάντων τῶν μετεχόντων καὶ τῶν μετοχῶν ὁ ἀμέθεκτος αἴτιος». Κἄν τῇ δευτέρᾳ δὲ πρὸς Γάϊον ἐπιστολῇ, «πῶς, φησίν, ὁ πάντων ἐπέκεινα καὶ ὑπὲρ θεαρχίαν ἐστὶ καὶ ὑπὲρ ἀγαθαρχίαν; Εἰ θεότητα καὶ ἀγαθότητα νοήσαις, αὐτὸ τὸ χρῆμα τοῦ ἀγαθοποιοῦ καὶ θεοποιοῦ δώρου, καὶ τὸ ἀμίμητον μίμημα τοῦ ὑπερθέου καὶ ὑπεραγάθου, καθ’ ὃ καὶ ἀγαθυνόμεθα· καὶ γὰρ εἰ τοῦτο ἀρχὴ γίνεται τοῦ θεοῦσθαι καὶ ἀγαθύνεσθαι τοῖς θεουμένοις καὶ ἀγαθυνομένοις, ὁ πάσης ἀρχῆς ὑπεράρχιος, καὶ τῆς οὕτω λεγομένης θεότητος καὶ ἀγαθότητος, ὡς θεαρχίας καὶ ἀγαθαρχίας ἐστιν ἐπέκεινα». Καὶ πάλιν ὁ αὐτός· «Μετιτέον νῦν ἐπὶ τὴν ὄντως οὖσαν τοῦ ὄντως ὄντος θεολογικὴν οὐσιωνυμίαν· τοσοῦτον δὲ ὑπομνήσομεν, ὅτι τῷ λόγῳ σκοπός, οὐ τὴν ὑπερούσιον οὐσίαν, ἡ ὑπερούσιος, ἐκφαίνειν· ἄρρητον γὰρ τοῦτο καὶ ἄγνωστον καὶ παντελῶς ἀνέκφαντον, καὶ αὐτὴν ὑπεραῖρον τὴν ἕνωσιν· ἀλλὰ τὴν οὐσιοποιὸν εἰς τὰ ὀντὰ πάντα τῆς θεαρχικῆς οὐσιαρχίας πρόοδον ὑμνῆσαι». Ὁ δὲ θεῖος Μάξιμος ἐν τοῖς Σχολίοις, «πρόοδον, φησίν, ἐνταῦθα τὴν θείαν ἐνέργειαν, ἥτις πᾶσαν οὐσίαν παρήγαγεν». Καὶ ὁ θεῖος Χρυσόστομος ἐν τῷ περὶ ἀκαταλήπτου πρώτῳ λόγῳ φησίν· «Οἱ προφῆται οὐ μόνον τί τὴν οὐσίαν ἐστὶν ὁ Θεὸς ἀγνοοῦντες φαίνονται, ἀλλὰ καὶ περὶ τῆς σοφίας αὐτῆς πόση τίς ἐστιν ἀποροῦσιν. Καίτοι γε οὐχ ἡ οὐσία ἀπὸ τῆς σοφίας, ἀλλ’ ἡ σοφία ἐκ τῆς οὐσίας. Ὅταν δὲ μηδὲ ταύτην δύνανται καταλαβεῖν μετὰ ἀκριβείας, πόσης ἂν εἴη μανίας τὸ τὴν οὐσίαν αὐτὴν νομίζειν δύνασθαι τοῖς οἰκείοις ὑποβάλλειν λογισμοῖς;». Καὶ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ πάλιν ὁ αὐτός φησιν· «Οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα. Ἡμεῖς γὰρ πάντες μέτρῳ τὴν ἐνέργειαν τοῦ Πνεύματος ἐλάβομεν. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη· οὗτος δὲ ἀμέτρητον ἔχει καὶ ὁλόκληρον πᾶσαν τὴν ἐνέργειαν. Εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία».
40. Μετὰ τοῦτο ἐζητήθη παρ’ ἡμῶν, ἐπειδήπερ οἱ τὴν Ἐκκλησίαν ἐλαύνοντες, οὗτοι τῆς οὐσίας τοῦ Θεοῦ μετέχειν ἅπαντά φασιν, ὡς ἀδιάφορου οὔσης τῆς τε θείας οὐσίας καὶ τῆς θείας ἐνεργείας, καὶ μηδὲν ἕτερον κατ’ αὐτοὺς ὄντος τοῦ Θεοῦ, πλὴν οὐσίας μόνης· ἡμεῖς δὲ παρὰ τῶν ἁγίων ἐδιδάχθημεν Γραφῶν καὶ οὐσίαν ἔχειν τὸν Θεὸν καὶ δύναμιν καὶ ἐνέργειαν τῆς θείας οὐσίας διαφέρουσαν, μᾶλλον δὲ καὶ δυνάμεις καὶ ἐνεργείας· οὕτω γὰρ οὐ μόνον τρισυπόστατος, ἀλλὰ καὶ παντοδύναμος ἔσται· ἐζητήθη οὖν τίνος μετέχουσι τὰ πάντα, τῆς θείας οὐσίας, ἢ τῆς τοῦ Θεοῦ θείας ἐνεργείας. Ἡ δὲ θεία Σνοδος, ἀχώριστον μὲν ἴσμεν, ἔφη, τὴν θείαν οὐσίαν καὶ τὴν θείαν καὶ φυσικὴν ἐνέργειαν· οὐ γάρ ποτε ἐνέργεια εἴη ἄν, τῆς ἑαυτῆς οὐσίας χωρίς. Περὶ μέντοι τῶν ἐξ ἀρχῆς ὑπὸ τοῦ Θεοῦ δεδημιουργημένων ἔφη, τὶς οὐκ οἶδεν, εἰ μὴ κατὰ τοὺς ἀντιλέγοντας τῇ Ἐκκλησίᾳ παραπαίει, ὅτι πᾶν δημιούργημα τῆς ἐνεργείας τοῦ δημιουργήσαντος, ἀλλ’ οὐχὶ τῆς οὐσίας μεταλαγχάνει; Οὐ γὰρ ἡ οἰκία τῆς τοῦ οἰκοδόμου, οὐδὲ ναῦς τῆς τοῦ ναυπηγήσαντος μετείληχεν οὐσίας, ἀλλὰ τῆς τέχνης καὶ τῆς ἐνεργείας, κατὰ τὸν Νύσσης θεολόγον. Ὅτι δὲ καὶ οἱ ἅγιοι, τῇ πρὸς Θεὸν ἑνώσει θεοποιούμενοι, οὐ τῆς θείας οὐσίας, ἀλλὰ τῆς αὐτοῦ θείας ἐνεργείας μετέχουσιν, ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος παρίστησι, γραφῶν περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι «Χριστὸς λέγεται διὰ τὴν θεότητα· χρίσις δὲ αὕτη τῆς ἀνθρωπότητος, οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστὰ ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος». Καὶ ὁ μέγας Βασίλειος· «πάντα μέν, φησί, πληροῦν ἐστι τῇ δυνάμει τὸ Πνεῦμα τὸ ἅγιον· μόνοις δέ ἐστι μεθεκτὸν τοῖς ἀξίοις, οὐχ ἑνὶ μέτρῳ μετεχόμενον, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως διαιροῦν τὴν ἐνέργειαν». Καὶ ἀλλαχοῦ πάλιν· «ὥσπερ αἱ τῶν προσώπων ἐμφάσεις οὐκ ἐν πάσαις ταῖς ὕλαις γίνονται, ἀλλ’ ἐν ταῖς λειότητα καὶ διαφάνειαν κεκτημέναις, οὕτως οὐκ ἐν πάσαις ταῖς ψυχαῖς ἡ τοῦ Πνεύματος ἐνέργεια, ἀλλ’ ἐν ταῖς μηδὲν σκολιὸν ἐχούσαις μηδὲ στραγγαλιῶδες». Ὁ δὲ ἅγιος Μάξιμος, «πάντα, φησίν, ὅσα ὁ Θεός, καὶ ὁ διὰ τῆς χάριτος τεθεωμένος ἔσται, χωρὶς τῆς κατ’ οὐσίαν ταυτότητος». Ὁ δὲ μέγας Διονύσιος, «κυκλικῶς, φησίν, οἱ θεῖοι κινοῦνται νόες, ἑνούμενοι ταῖς ἀνάρχοις καὶ ἀτελευτήτοις ἐλλάμψεσι τοῦ καλοῦ καὶ ἀγαθοῦ». Πληθυντικῶς μὲν οὖν αὐτὰς προενεγκών, ἔδειξεν οὐκ οὐσίαν οὔσας τοῦ Θεοῦ· οὐδέποτε γὰρ ἐκείνη πληθυντικῶς προάγεται, ἐλλάμψεις δὲ αὐτὰς καλέσας καὶ ἀνάρχους καὶ ἀτελευτήτους προσειπών, θείας καὶ ἀκτίστους ἐνεργείας οὔσας ταύτας ἔδειξεν εἶναι. Ὁ δὲ Κύριος ἡμῶν καὶ Θεὸς ἐν τῷ κατὰ Ἰωάννην ἁγίῳ εὐαγγελίῳ, «ὁ πιστεύων εἰς ἐμέ, φησίν, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλεν λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη». Ὅπερ ὁ θεῖος Χρυσόστομος ἐξηγούμενος, «ποταμοί, φησίν, ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν, τὸ δαψιλὲς καὶ ἄφθονον τῆς χάριτος αἰνιττόμενος· ὅπερ ἀλλαχοῦ φησί, ‹πηγὴ ὕδατος ἁλλόμενου εἰς ζωὴν αἰώνιον›· τουτέστι πολλὴν ἔξει χάριν. Ἀλλαχοῦ μὲν οὖν ‹ζωὴν αἰώνιον› λέγει, ἐνταῦθα δὲ ‹ὕδωρ ζῶν›. Ζῶν δὲ λέγει τὸ ἐνεργοῦν ἀεί. Ἡ γὰρ τοῦ Πνεύματος χάρις, ἐπειδὰν εἰς διάνοιαν ἔλθῃ καὶ ἱδρυθῇ, πάσης πηγῆς μᾶλλον ἀναβλύζει, καὶ οὐ διαλιμπάνει, οὐδὲ κενοῦται, οὐδὲ ἵσταται. Ὁμοῦ δὲ καὶ τὸ ἀνελλιπὲς τῆς χορηγίας δηλῶν καὶ τὸ ἄφατον τῆς ἐνεργείας, πηγὴν καὶ ποταμὸν ἐκάλεσεν· οὐχ ἕνα ποταμόν, ἀλλὰ ἀφάτους· καὶ ἐκεῖ δὲ τὴν πλημμύραν διὰ τοῦ ἅλλεσθαι παρέστησεν». Καὶ μετά τινα ὁ αὐτός· «οὐκέτι προφήτης παρ’ αὐτοῖς ἦν, οὐδὲ ἐπώπτευεν αὐτῶν τὰ ἅγια ἡ χάρις· ἐπεὶ οὖν ἀνέσταλται μὲν τὸ Πνεῦμα τὸ ἅγιον, ἔμελλε δὲ λοιπὸν ἐκχεῖσθαι δαψιλῶς, ταύτης δὲ τῆς διανομῆς ἀρχὴ μετὰ τὸν σταυρὸν ἐγένετο, οὐ μόνον δαψιλείας, ἀλλὰ καὶ μειζόνων χαρισμάτων· καὶ γὰρ θαυμαστοτέρα ἦν ἡ δωρεά, ὡς ὅταν λέγῃ· ‹οὐκ οἴδατε ποίου Πνεύματός ἐστε›. Καὶ πάλιν· ‹οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας, ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας›. Καὶ γὰρ καὶ οἱ παλαιοί, καὶ αὐτοὶ μὲν Πνεῦμα εἶχον, ἄλλοις δὲ οὐ παρεῖχον· οἱ δὲ ἀπόστολοι μυριάδας ἐνέπλησαν. Ἐπεὶ οὖν ταύτην ἔμελλον λαμβάνειν τὴν χάριν, οὔπω δὲ ἦν δοθεῖσα, διὰ τοῦτό φησιν, ‹οὔπω ἦν Πνεῦμα ἅγιον›, τουτέστι δοθέν, ‹ἐπεὶ Ἰησοῦς οὐδέπω ἐδοξάσθη›, δόξαν καλῶν τὸν σταυρόν. Ἐπειδὴ γὰρ ἐχθροὶ ἦμεν καὶ ἡμαρτηκότες καὶ ὑστερούμενοι τῆς δωρεᾶς τοῦ Θεοῦ καὶ θεοστυγεῖς, ἡ δὲ χάρις καταλλαγῆς ἦν ἀπόδειξις, δῶρον δὲ οὐ τοῖς ἐχθροῖς, οὐδὲ τοῖς μισουμένοις, ἀλλὰ τοῖς φίλοις δίδοται καὶ τοῖς εὐηρεστηκόσιν, ἔδει πρότερον προσενεχθῆναι τὴν ὑπὲρ ἡμῶν θυσίαν, καὶ τὴν ἔχθραν ἐν τῇ σαρκὶ καταλυθῆναι, καὶ γενέσθαι τοῦ Θεοῦ φίλους, καὶ τότε λαβεῖν τὴν δωρεάν. Εἰ γὰρ ἐπὶ τῆς ἐπαγγελίας τοῦτο γέγονε τῆς πρὸς Ἀβραάμ, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος».
41. Καὶ πάλιν ὁ αὐτὸς ἐν τριακοστῇ ἕκτῃ ὁμιλίᾳ τῆς αὐτῆς πραγματείας· «Καὶ ἐφ’ ἡμῶν, φησίν, οὐχ ἁπλῶς τὸ ὕδωρ ἐργάζεται, ἀλλ’ ὅταν τὴν τοῦ Πνεύματος χάριν δέξηται, τότε ἅπαντα λύει τὰ ἁμαρτήματα». Καὶ μετὰ βραχέα· «Ἀλλὰ κἂν ἡ οἰκουμένη πᾶσα ἔλθῃ, ἡ χάρις οὐ καταναλίσκεται, οὐδὲ ἡ ἐνέργεια δαπανᾶται, ἀλλ’ ὁμοία μένει, καὶ τοιαύτη οἵα καὶ πρὸ τούτου. Καὶ καθάπερ αἱ ἡλιακαὶ ἀκτῖνες καθ’ ἑκάστην φωτίζουσι τὴν ἡμέραν, καὶ οὐ δαπανῶνται, οὐδὲ ἀπὸ τῆς πολλῆς χορηγίας ἔλαττον αὐταῖς γίνεται τὸ φῶς, οὕτω καὶ πολλῷ μᾶλλον ἡ τοῦ Πνεύματος ἐνέργεια οὐδὲν ἐλαττοῦται παρὰ τῶν ἀπολαυόντων αὐτῆς». Καὶ πάλιν ὁ αὐτὸς ἐν πέμπτῃ ὁμιλίᾳ τῆς αὐτῆς πραγματείας, τὸ «πάντα δι’ αὐτοῦ ἐγένετο» ἐξηγούμενος, φησίν· «Εἰπὼν περὶ τῆς δημιουργίας ὁ Ἰωάννης, ἐπάγει καὶ τὸν περὶ τῆς προνοίας λόγον, ‹ἐν αὐτῷ ζωὴ ἦν›, λέγων. Καὶ γάρ, ἵνα μηδεὶς ἀπιστήσῃ, πῶς τοσαῦτα καὶ τηλικαῦτα δι’ αὐτοῦ γέγονεν, ἐπήγαγεν ὅτι ἐν αὐτῷ ζωὴ ἦν. Καθάπερ οὖν ἐπὶ τῆς πηγῆς τῆς τικτούσης ἀβύσσους, ὅσον ἂν ἀφέλης, οὐδὲν ἠλάττωσας τὴν πηγήν, οὕτω καὶ ἐπὶ τῆς ἐνεργείας τοῦ Μονογενοῦς, ὅσα ἂν πιστεύσῃς παρῆχθαι δι’ αὐτῆς καὶ πεποιῆσθαι, οὐδὲν ἐλάττων αὕτη γέγονεν». Καὶ πάλιν τοῦ εὐαγγελίου εἰρηκότος, «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν», ὁ αὐτὸς θεῖος Χρυσόστομος ἐν ιδ΄ ὁμιλίᾳ ἐξηγούμενος τοῦτο, «καὶ τί ποτέ ἐστι, φησί, τὸ ‹ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν›· ἐπὶ γὰρ τοῦτο τέως ἀκτέον τὸν λόγον· οὐ μεθεκτήν, φησίν, ἔχει τὴν δωρεάν, ἀλλ’ αὐτοπηγὴ καὶ αὐτόρριζα ἐστὶ τῶν καλῶν, αὐτοζωὴ καὶ αὐτοφῶς καὶ αὐτοαλήθεια· οὐκ ἐν αὐτῷ συνέχων τῶν ἀγαθῶν τὸν πλοῦτον, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας ὑπερβλύζων αὐτόν, καὶ μετὰ τὸ ὑπερβλύσαι μένων πλήρης, καὶ οὐδενὶ ἐλαττούμενος ἐκ τῆς εἰς ἑτέρους χορηγίας, ἀλλ’ ἀεὶ πηγάζων, καὶ πᾶσι τούτων μεταδιδοὺς τῶν καλῶν, ἐπὶ τῆς αὐτῆς μένει τελειότητος. Ὃ δὲ ἐγὼ φέρω, μεθεκτόν ἐστι· παρ’ ἑτέρου γὰρ ἔλαβον αὐτό, καὶ μικρόν τι τοῦ παντὸς καὶ οἱονεὶ σταγὼν εὐτελὴς πρὸς ἄβυσσον ἄφατον καὶ πέλαγος ἄπειρον. Μᾶλλον δὲ οὐδὲ τοῦτο τὸ παράδειγμα παραστῆναι δύνατ’ ἄν, ὅπερ ἐπιχειροῦμεν εἰπεῖν. Σταγόνα μὲν γὰρ ἀπὸ τοῦ πελάγους ἂν ἐξέλῃς, αὐτὸ τοῦτο τὸ πέλαγος ἠλάττωσας, εἰ καὶ ἀφανὴς ἡ ἐλάττωσις· ἐπὶ δὲ τῆς πηγῆς ἐκείνης οὐκ ἔστι τοῦτο εἰπεῖν· ἀλλ’ ὅσον ἄν τις ἀρύσηται, μένει μηδὲν ἐλαττουμένη. Διὸ χρὴ μάλιστα ἐφ’ ἕτερον ὑπόδειγμα ἐλθεῖν, ἀσθενὲς μὲν καὶ αὐτὸ καὶ οὐ δυνάμενον ὅπερ ζητοῦμεν παραστῆσαι, μᾶλλον δὲ τοῦ προτέρου χειραγωγοῦν ἡμᾶς πρὸς τὴν ἔννοιαν τὴν προκειμένην ἡμῖν νῦν. Ὑποθώμεθα γὰρ εἶναι πυρὸς πηγήν, εἶτα ἀπὸ τῆς πηγῆς ἐκείνης μυρίους ἀνάπτεσθαι λύχνους, καὶ δὶς τοσούτους καὶ τρὶς καὶ πολλάκις. Ἇρα οὐκ ἐπὶ τῆς αὐτῆς μένει πληρότητος τὸ πῦρ καὶ μετὰ τὸ μεταδοῦναι τοσούτοις τῆς ἐνεργείας αὐτοῦ; Παντί που δῆλόν ἐστιν. Εἰ δὲ ἐπὶ τῶν σωμάτων τῶν μεριστῶν, τῶν ἐλαττουμένων ὑπὸ τῆς ἀφαιρέσεως, εὑρέθη τι τοιοῦτον, ὃ καὶ μετὰ τὸ παρασχεῖν ἑτέροις τὰ παρ’ ἑαυτοῦ οὐδὲν παραβλάπτεται, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀσωμάτου καὶ ἀκηράτου δυνάμεως ἐκείνης τοῦτο συμβήσεται. Εἰ γὰρ ἔνθα οὐσία ἐστὶ τὸ μεταλαμβανόμενον καὶ σῶμα, καὶ μερίζεται καὶ οὐ μερίζεται, πολλῷ μᾶλλον ὅταν περὶ ἐνεργείας ὁ λόγος ᾖ, καὶ ἐνεργείας τῆς ἐκ τῆς ἀσωμάτου οὐσίας, οὐδὲν εἰκὸς τοιοῦτον παθεῖν. Διὰ τοῦτο καὶ ὁ Ἰωάννης ἔλεγεν, ‹ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν›. Ἡμεῖς, πάντες ἡμεῖς· οἱ δώδεκα, οἱ τριακόσιοι, οἱ πεντακόσιοι, οἱ τρισχίλιοι, οἱ πεντακισχίλιοι, αἱ πολλαὶ τῶν Ἰουδαίων μυριάδες, ἅπαν τὸ πλήρωμα τῶν πιστῶν καὶ τῶν τότε καὶ τῶν νῦν καὶ αὖθις ἐσομένων, ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν· τί δὲ ἐλάβομεν; ‹χάριν ἀντὶ χάριτος›, φησίν».
42. Καὶ ὁ μέγας Βασίλειος, τὸν τεσσαρακοστὸν ὄγδοον ψαλμὸν ἐξηγούμενος, φησίν· «Τὸν μὲν ἄνθρωπον ὁ Θεὸς ἐποίησεν ἀπὸ τῆς γῆς, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· ἀλλ’ ὅμως ἥ γε τοῦ νοεῖν καὶ συνιέναι τὸν ἑαυτῶν κτίστιν καὶ δημιουργὸν δύναμις καὶ ἐν ἀνθρώποις ὑπάρχει. ‹Ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον›, τουτέστι μοῖράν τινα τῆς ἰδίας χάριτος ἐναπέθετο τῷ ἀνθρώπῳ, ἵνα τῷ ὁμοίῳ ἐπιγινώσκῃ τὸ ὅμοιον». Καὶ πάλιν ὁ αὐτὸς ἐν τοῖς πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου Πνεύματος· «Ἀνακαινίζων, φησί, τὸν ἄνθρωπον ὁ Κύριος, καὶ ἣν ἀπώλεσε χάριν ἐκ τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, ταύτην πάλιν ἀποδιδούς, ἐμφυσήσας εἰς τὸ πρόσωπον τῶν μαθητῶν, τί φησιν; ‹Λάβετε Πνεῦμα ἅγιον›». Καὶ ὁ θεῖος Δαμασκηνὸς ἐν τῷ περὶ προγνώσεως καὶ προορισμοῦ τῶν θεολογικῶν αὐτοῦ κεφαλαίων, «τοῦτον, φησί, τὸν ἄνθρωπον ὁ Δημιουργὸς ἄρρενα κατεσκεύασε, μεταδοὺς αὐτῷ τῆς ἑαυτοῦ θείας χάριτος, καὶ ἐν κοινωνίᾳ ἑαυτοῦ διὰ ταύτης αὐτοῦ ποιησάμενος». Καὶ πάλιν ὁ μέγας Βασίλειος ἐν τοῖς πρὸς Ἀμφιλόχιον, «τίς, φησίν, οὕτως ἀνήκοος τῶν ἡτοιμασμένων ἀγαθῶν παρὰ Θεοῦ τοῖς ἀξίοις, ὡς ἀγνοεῖ ὅτι τῶν δικαίων ὁ στέφανος ἡ τοῦ Πνεύματός ἐστι χάρις, δαψιλεστέρα τότε καὶ τελεωτέρα παρεχομένη;»
43. Ἀλλὰ καὶ ὁ ἅγιος Κύριλλος ἐν τῷ τρίτῳ τῶν πρὸς Ἑρμείαν, ἐρωτῶντος αὐτὸν τούτου δὴ τοῦ Ἑρμείου περὶ τῆς ἐν ἡμῖν θείας ἐνοικήσεως καὶ μετοχῆς, καὶ λέγοντος, «πλὴν ὡς ἥδιστα ἄν σου διαπυθοίμην τό, ὅπως ἂν ἐν ἡμῖν ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πλήρωσις νοοῖτό τε καὶ πράττοιτο, μία τις οὖσα καὶ οὐ διάφορος», ἀποκρινόμενος οὗτος δὴ ὁ ἅγιος Κύριλλος, «καὶ μήν, φησίν, οὐδ’ ὁπωστιοῦν ἔν γε δὴ τούτῳ χαλεπὸν ἢ δισέφικτον· πῶς γὰρ ἂν ἑτέρως ἢ διὰ τοῦ ἁγίου Πνεύματος θείων ἡμᾶς χαρισμάτων ἀναπιμπλάντος δι’ ἑαυτοῦ, καὶ τῆς ἀρρήτου φύσεως κοινωνοὺς ἀποφαίνοντος;» Καὶ πάλιν ὁ αὐτὸς ἐν τοῖς θησαυροῖς· «Ἀλλ’ εἴπερ ἦν, φησίν, ὄντως ποίημα κατὰ τὴν τῶν ἑτεροδόξων μανίαν τὸ Πνεῦμα τὸ ἅγιον, πῶς ὅλην ἔχει τοῦ Θεοῦ τὴν ἐνέργειαν; οὐ γὰρ δή τις τοσοῦτον, οἶμαι, τοῦτο φρονεῖν ὀρθῶς ἐκβοήσεται, ὡς τολμῆσαι καὶ μόνον εἰπεῖν τὴν θείαν οὐσίαν δι’ ὀργάνων τινῶν ἔξωθεν εἰς τὸ εἶναι παρενεχθέντων διακονεῖσθαι πρὸς ἐνέργειαν, τὴν ἐξ αὐτῆς διαβαίνουσαν φυσικῶς πρός τινας ἐπιτηδείους πρὸς τὸ λαβεῖν».
44. Καὶ ὁ μέγας Ἀθανάσιος ἐν τῇ πρὸς Σεραπίωνα ἐπιστολῇ, «πάντα, φησί, τὰ τοῦ Πατρός, τοῦ Υἱοῦ ἐστι· διὸ καὶ τὰ παρὰ τοῦ Υἱοῦ ἐν Πνεύματι διδόμενα, τοῦ Πατρός ἐστι χαρίσματα. Καὶ τοῦ Πνεύματος ὄντος ἐν ἡμῖν, καὶ ὁ Λόγος, ὁ τοῦτο διδούς, ἔστιν ἐν ἡμῖν, καὶ ἐν τῷ Λόγῳ ἐστὶν ὁ Πατήρ· καὶ οὕτως ἐστὶ τό, ‹ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν›, καθάπερ εἴρηται. Ἔνθα γὰρ τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύγασμα, καὶ ἔνθα τὸ ἀπαύγασμα, ἐκεῖ καὶ ἡ τούτου ἐνέργεια καὶ αὐγοειδὴς χάρις. Καὶ τοῦτο πάλιν διδάσκων ὁ Παῦλος, ἔγραφεν αὖθις Κορινθίοις ἐν τῇ δευτέρᾳ ἐπιστολῇ λέγων, ‹ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν›. Ἡ γὰρ διδομένη χάρις καὶ δωρεὰ ἐν Τριάδι δίδοται παρὰ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ. Ὥσπερ γὰρ ἐκ Πατρὸς δι’ Υἱοῦ ἐστιν ἡ διδομένη χάρις, οὕτως οὐκ ἂν γένοιτο κοινωνία τῆς δόσεως ἐν ἡμῖν, εἰ μὴ ἐν Πνεύματι τῷ ἁγίῳ. Τούτου γὰρ μετέχοντες, ἔχομεν τὴν ἀγάπην τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν χάριν καὶ αὐτοῦ τοῦ Πνεύματος τὴν κοινωνίαν. Μία ἄρα ἐκ τούτων ἡ τῆς Τριάδος ἐνέργεια δείκνυται».
45. Ἀλλὰ καὶ ὁ ἅγιος Ἀναστάσιος ἐν τῷ περὶ τοῦ Πνεύματος λόγῳ αὐτοῦ, «συνῳδά, φησί, καὶ τὰ παρὰ τοῦ θεσπεσίου Παύλου περὶ τοῦ Πνεύματος εἰρημένα. Τοὺς γὰρ πεπιστευκότας ναοὺς Θεοῦ προσηγόρευσεν, ἔνοικον ἐσχηκότας τὴν χάριν τοῦ Πνεύματος· ‹οὐκ οἴδατε γὰρ ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;· καὶ πάλιν, ‹οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ;› Ταῦτα δὲ ἄντικρυς διδάσκει τῆς θείας φύσεως εἶναι τὸ πανάγιον Πνεῦμα. Εἰ γὰρ ναὸς Θεοῦ χρηματίζουσιν οἱ πιστεύσαντες, ἐπειδὴ τοῦ Πνεύματος τὴν χάριν ἐδέξαντο, ἐκ τοῦ Θεοῦ ἄρα τὸ Πνεῦμα τὸ ἅγιον. Τὴν γὰρ τούτου χάριν ἔνοικον ἐσχηκότες, Θεοῦ ναοὶ ὠνομάσθησαν». Καὶ ὁ θεῖος Χρυσόστομος ἐν τῷ δ΄ τῶν εἰς τὰς Πράξεις ἐξηγητικῶν, τὸ «καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός» ἀναπτύσσων, «καλῶς, φησίν, εἶπε ‹διαμεριζόμεναι›· ἐκ μιᾶς γὰρ ἦσαν ῥίζης· ἵνα μάθῃς, ὅτι ἐνέργειά ἐστιν ἀπὸ τοῦ Παρακλήτου πεμφθεῖσα». Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ αὐτῷ· «καὶ ἐπλήσθησαν, φησίν, ἅπαντες· οὐχ ἁπλῶς ἔλαβον τοῦ Πνεύματος τὴν χάριν, ἀλλ’ ἐπλήσθησαν». Ἀλλὰ καὶ τῶν Μασσαλιανῶν λεγόντων, ὡς τῆς οὐσίας τοῦ Θεοῦ ἐν μετοχῇ καθίστανται οἱ παρ’ ἐκείνοις κεκαθαρμένοι, καὶ προφερόντων τὸ εὐαγγελικὸν ἐκεῖνο, τὸ «ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν», καὶ τοῦτο πρὸς τὴν ἑαυτῶν δυσσέβειαν λίαν ἀνοήτως διαστρεφόντων, ἡ κατ’ αὐτῶν δὴ τῶν Μασσαλιανῶν συστᾶσα Σύνοδος, τὴν ἐκείνων πονηρὰν δόξαν ἀπορραπίζουσα, «γίνεταί τις, φησίν, ἐπιδημία τοῦ Παρακλήτου, καὶ ἐνοικεῖ τοῖς ἀξίοις ὁ Θεός, ἀλλ’ οὐχ ὡς ἔχει φύσεως ἡ θεότης».
46. Μετὰ τοῦτο ἐζητήθη δειχθῆναι παρὰ τῶν ἁγίων, ὅτι τε ἄκτιστόν ἐστι τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως, καὶ ὅτι οὐκ ἔστι τοῦτο ἡ οὐσία τοῦ Θεοῦ. Καὶ πάντες σχεδὸν εἶπον, ὅτι ἀπεδείχθη τοῦτο κατὰ τὴν τετάρτην συνέλευσιν, ἐν ᾗ παρόντες οἱ ἀντιλέγοντες τῇ Ἐκκλησίᾳ, νῦν μὲν κτιστὸν εἶναι τοῦτο καὶ φάντασμα καὶ παραπέτασμα καὶ ἴνδαλμα φανερῶς βλασφημοῦντες ἔλεγον· νῦν δέ, καὶ τοῦτο δυσσεβῶς ἔλεγον, ἄκτιστον καὶ οὐσίαν εἶναι Θεοῦ. Προηνέχθη γὰρ ἐν ἐκείνῃ τῇ συνελεύσει ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος γράφων· «οὐδεὶς ἐστὶν ἐν ὑποστήματι καὶ οὐσίᾳ Κυρίου, κατὰ τὸ γεγραμμένον, καὶ Θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν». Καὶ ὁ θεῖος Μάξιμος γράφων ἐν ἑβδόμῳ κεφαλαίῳ τῆς τρίτης τῶν θεολογικῶν ἑκατοντάδος, «ὁ τοῖς οὖσι μὴ κατ’ οὐσίαν ὑπάρχων μεθεκτός, κατ’ ἄλλον δὲ τρόπον μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ’ οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται». Καὶ ὁ θεῖος Χρυσορρήμων εἰς τὴν αὐτὴν ἑορτὴν γράφων, «ἐν τῷ ὄρει, φησί, μεταμορφωθεὶς ὁ Σωτήρ, μικρῶς πως ὡς δεσπότης ἔδειξε τοῖς ἑαυτοῦ μαθηταῖς τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν. Ἀλλ’ εὐθὺς ἐροῦσιν οἱ ἀπύλωτον καὶ θηρευτικὴν περιφέροντες γλῶσσαν. Καὶ εἰ ἀθέατος ἡ θεϊκὴ αὐτοῦ δόξα, πῶς ἐπέδειξεν αὐτὴν τοῖς ἀποστόλοις; εἰ γὰρ ὁρατή, οὐκ ἀθέατος· εἰ δὲ ἀθέατος, οὐχ ὁρατή. Διὸ ἄκουε συνετῶς. Ὁ Δεσπότης Χριστὸς ἐνταῦθα τοῖς ἑαυτοῦ μαθηταῖς ἐπέδειξε τῆς ἀθεάτου αὐτοῦ βασιλείας τὴν δόξαν, καὶ οὐκ ἀπέδειξε· τουτέστι μικρὸν παρήνοιξε τὴν θεότητα καὶ οὐχὶ τελείως, τὸ μὲν πληροφορῶν, τὸ δὲ φειδόμενος· πληροφορῶν μὲν γὰρ ἔδειξεν αὐτοῖς τῆς ἀθεάτου βασιλείας τὴν θεϊκὴν αὐτοῦ δόξαν, οὐχ ὅση τις ἦν, ἀλλ’ ὅσον ἐδύναντο βλέπειν οἱ σωματικοὺς ὀφθαλμοὺς περιφέροντες· φειδόμενος δὲ καὶ οὐχὶ φθονῶν οὐκ ἔδειξεν αὐτοῖς τῆς ἀθεάτου βασιλείας τὴν πᾶσαν θεϊκὴν αὐτοῦ δόξαν, ἵνα μὴ σὺν τῇ ὁράσει καὶ τὴν ζωὴν ἀπολέσωσιν». Ἀλλὰ καὶ πάντες οἱ ἅγιοι, «ἔλλαμψιν» αὐτὸ λέγοντες καὶ «λαμπρότητα» καὶ «χάριν» καὶ «θέωσιν» καὶ «θεότητα παραδειχθεῖσαν μικροῦ στερροτέραν καὶ ὄψεως» καὶ «φῶς ἀπρόσιτον» καὶ «φυσικὴν ἀκτῖνα τοῦ Υἱοῦ ἄναρχον», «βολίδα θεότητος», «ἀστραπὴν θεότητος» καὶ τὰ τοιαῦτα. Προηνέχθη δὲ ἐν ἐκείνῃ τῇ συνελεύσει καὶ ὁ ἐπὶ τούτοις συνοδικὸς πρῶτος Τόμος, ὃς τοῦτο φιλευσεβῶς βεβαίως ἀπέδειξεν ἄκτιστον καὶ οὐκ οὐσίαν διὰ πολλῶν τῶν ἐκ τῆς θείας Γραφῆς μαρτυριῶν καὶ τῶν τοῦ τρισμακαρίστου καὶ ἀοιδίμου βασιλέως ἡμῶν ἐκείνου κυρίου Ἀνδρονίκου τοῦ Παλαιολόγου συμφώνως τοῖς ἁγίοις ῥημάτων καὶ θεοσεβῶν θεσπισμάτων. Πρὸς ὃν ἱερὸν καὶ θεῖον Τόμον ἀντικειμένους ἰδόντες τότε καὶ ἀντιλέγοντας τοὺς καὶ τῷ ἱερωτάτῳ Θεσσαλονίκης ἀντικειμένους, ἀπεβαλόμεθα τούτους, ὡς νῦν μὲν κτιστὸν τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως, νῦν δὲ λίαν ἀνοήτως οὐσίαν εἶναι τοῦτο τιθεμένους τοῦ Θεοῦ· καὶ ὡς μὴ στέργοντας ἔχειν τὴν οὐσίαν τοῦ Θεοῦ καὶ δύναμιν ἄκτιστον καὶ ἐνέργειαν, ἀλλὰ πάσας τὰς κοινὰς δυνάμεις τε καὶ ἐνεργείας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνευματος ἀφρόνως εἰς κτίσμα κατασπῶντας, καὶ πολυθέους ὀνομάζοντας τοὺς ἄκτιστον ἀνομολογοῦντας τὸν Θεόν, μὴ κατ’ οὐσίαν μόνον, ἀλλὰ καὶ κατὰ τὰς ὑποστάσεις καὶ κατὰ τὰς κοινὰς τῶν τριῶν ὑποστάσεων θείας δυνάμεις τε καὶ ἐνεργείας.
47. Ἐπὶ τούτοις πᾶσι τὸ τοῦ Ἀκινδύνου βιβλίον εἰς μέσον προενεχθὲν ἀνεγνώσθη, ἐν ᾧ καὶ ἄλλας μὲν κακοδοξίας παλαιάς τε καὶ νέας δογματίζων ἐφαίνετο, διϊσχυρίζετο δὲ καὶ μηδεμίαν πρεσβεύειν ἐνέργειαν ἄκτιστον κοινὴν τῆς τρισυποστάτου θεότητος, εἰ μὴ τὸν Υἱὸν μόνον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ’ ἡ θεία Σύνοδος, καλῶς τε καὶ θεοφιλῶς ἐπιγνοῦσα Μαρκέλλου καὶ Φωτεινοῦ καὶ Σωφρονίου τῶν παλαιῶν αἱρετικῶν τὴν δυσσέβειαν ταύτην οὖσαν, εὐθὺς τὸν θεῖον Χρυσόστομον κατὰ τῆς κακοδοξίας ταύτης ἀντεπεξάγουσι, καθάπέρ τινα οὐρανόθεν αὐτὸν ἀφιέντες πρηστῆρα, τὰ φρυγανώδη τοῦ Ἀκινδύνου ληρήματα κατακαύσοντα· ὃς δὴ καὶ τὴν πρὸς Φιλιππησίους ἐπιστολὴν ἐξηγούμενος, «Μάρκελλος, φησί, καὶ Φωτεινὸς καὶ Σωφρόνιος τὸν Λόγον ἐνέργειαν εἶναί φασι, τὴν δὲ ἐνέργειαν ταύτην ἐνοικῆσαι τῷ ἐκ σπέρματος Δαβὶδ οὐκ οὐσίαν ἐνυπόστατον. Ἄρειος Υἱὸν μὲν ὁμολογεῖ, ῥήματι δὲ μόνον· κτίσμα δὲ εἶναί φησι, καὶ τοῦ Πατρὸς ἐλάττονα πολύ. Ἕτεροι δὲ οὔ φασιν ἔχειν αὐτὸν ψυχήν. Εἶδες τὰ ἅρματα ἑστῶτα; θεώρει τοίνυν αὐτῶν καὶ τὰ πτώματα, πῶς ὁμοῦ πάντας κατακρούων βάλλει, καὶ μιᾷ πληγῇ πάντας ἀθρόον. Πῶς οὖν καταβάλλει; ‹τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, φησίν, ὃ καὶ Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ›. Ἐντεῦθεν καὶ Παῦλος ὁ Σαμοσατεὺς ἔπεσε καὶ Μάρκελλος καὶ Σαββέλιος. Ἐν μορφῇ γάρ, φησί, Θεοῦ ὑπάρχων. Πῶς οὖν λέγεις, ἀπὸ Μαρίας, ὦ μιαρέ, ἤρξατο, καὶ πρὸ τούτου οὐκ ἦν; Πῶς δὲ σὺ λέγεις, ἐνέργεια ἦν; Μορφὴ γὰρ Θεοῦ, φησίν, μορφὴν δούλου ἔλαβεν. Ἡ μορφὴ τοῦ δούλου ἐνέργεια δούλου ἐστὶν ἢ φύσις δούλου; πάντως δήπου φύσις δούλου. Οὐκοῦν καὶ ἡ μορφὴ τοῦ Θεοῦ, Θεοῦ φύσις· οὐκ ἄρα ἐνέργεια».
48. Ἀλλὰ καὶ ὁ Νύσσης θεῖος Γρηγόριος ἐν τῷ πρὸς Ἀβλάβιον λόγῳ, «Θεός, φησίν, ἐνεργοῦντα δηλοῖ· θεότης δὲ ἐνέργειαν. Οὐδὲν δὲ τῶν τριῶν ἐνέργεια, ἀλλὰ μᾶλλον ἐνεργοῦν ἕκαστον αὐτῶν». Ἐκ δὴ τούτων, ἡ θεία Σύνοδος, σαφῶς ἀποδέδεικται, φησίν, ὡς ὁ λέγων μόνον τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀκτίστους ἐνεργείας εἶναι τοῦ Θεοῦ, ὡς μὴ κοινὴν ἐνέργειαν δοξάζων φυσικὴν τῶν τριῶν ὑποστάσεων, ἣν ὁ Ἀκίνδυνος ἀθετεῖ, τὴν Μαρκέλλου καὶ Φωτεινοῦ καὶ Σωφρονίου αἵρεσιν, πάλαι τεθνηκυῖαν καὶ καταργηθεῖσαν, εἰς τὴν Ἐκκλησίαν τολμᾷ παρεισάγειν τοῦ Θεοῦ. Εἰ δὲ καί τισι τῶν ἁγίων δύναμις ἢ ἐνέργεια εἴρηται ὁ Υἱὸς ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοῦ Πατρός· καὶ οὕτως ἑκάτερον ὡς ὑπόστασις τελεία καὶ ἐνέργειαν καὶ δύναμιν ἔχον. Καὶ ἔστι τοῦτο κοινὸν ὄνομα, κατὰ τὸν θεῖον Διονύσιον, τῆς ὁλοτελοῦς καὶ ὑπερπλήρους θεότητος, καθ’ ὃς σημαινόμενον καὶ ὁ Πατὴρ δύναμις καλεῖται. Ἡμῖν δὲ ἀρτίως ὁ λόγος οὐ περὶ ταύτης τῆς ἐνεργείας καὶ δυνάμεως, ἀλλὰ περὶ τῆς κοινῆς τῆς τρισυπόστατου θεότητος, ἥτις οὐχ ὑπόστασίς ἐστιν, ἀλλὰ φύσις, καὶ ὑπερφυῶς πρόσεστιν ἑκάστῃ τῶν θεαρχικῶν ὑποστάσεων, κατὰ τὴν τῶν θεολόγων παράδοσιν. Ἕνα γὰρ Θεὸν ἐν τρισὶν ὑποστάσεσι, κατὰ τὸν μέγαν Ἀθανάσιον, θεολογοῦμεν, μίαν ἔχοντα τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, καὶ ὅσα ἄλλα περὶ τὴν οὐσίαν θεωρεῖται θεολογούμενα καὶ ὑμνούμενα. Καὶ ἵνα τύπον δῶμεν τῷ λόγῳ καὶ ἄθροισμα ἢ πλήρωμα τὰ κατὰ θεολογίαν ἔχωμεν, καθεξῆς ἀκούσωμεν, ὅτι τὸ ἄκτιστον, τὸ ἀσώματον, τὸ ἄχρονον, τὸ ἄναρχον, τὸ ἀΐδιον, τὸ ἀτελεύτητον, τὸ ἄπειρον, τὸ ἄγνωστον, τὸ ἀσχημάτιστον, τὸ ἀνερμήνευτον, τὸ ἀνεξιχνίαστον, τὸ Θεὸν θεῶν λέγεσθαι αὐτόν, τὸ κύριον κυρίων, τὸ βασιλέα βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητήν, τὸ δημιουργόν, τὸ φῶς, τὸ ἅγιον, τὸ ζωήν, τὸ ἀγαθόν, τὸ ἰσχυρόν, τὸ παντοδύναμον, καὶ ὅσα ἄλλα κατά τε ὑπεροχὴν καὶ αἰτιολογίαν, οὐχ ἕκαστον οὐσία λέγεται, ἀλλὰ περὶ τὴν οὐσίαν· ἃ καὶ ἄθροισμα καὶ πλήρωμα θεότητος λέγεται κατὰ τὴν Γραφήν, καθ’ ἑκάστην τῶν ἁγίων τριῶν ὑποστάσεων ἐπίσης θεωρούμενα καὶ θεολογούμενα. «Πάντα γὰρ ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι, καὶ δεδόξασμαι ἐν αὐτοῖς». Ἄλλως τε δύναμις καλεῖται ὁ Υἱὸς τοῦ Πατρός, ἢ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ ἄλλας μὲν αἰτίας, ἃς οἱ θεολόγοι παρέδοσαν, μάλιστα δὲ ὡς ὅλης τῆς πατρικῆς δυνάμεως ἐναποκειμένης τῷ Υἱῷ, ὡς ὁ μέγας Βασίλειος ῥητῶς τοῦτο γράφει Εὐνομίῳ πολεμῶν. Πῶς οὖν δίκαιον ἀναιρεῖν τὴν φυσικὴν καὶ κοινὴν τῆς τρισυποστάτου θεότητος δύναμιν, δι’ ἣν καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον δύναμις τοῦ Πατρὸς παρὰ τῶν θεολόγων ὕμνηται;
49. Ἐπὶ τούτοις ὁρισμῷ τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως ἠρωτᾶτο παρὰ τοῦ μεγάλου χαρτοφύλακος καὶ ὑπάτου τῶν φιλοσόφων τῶν ἀρχιερέων ἕκαστος καὶ τῶν συγκλητικῶν καὶ τῶν ἐκκλησιαστικῶν ἀρχόντων, τίνα γνώμην ἔχει περὶ τῶν λαληθέντων καὶ ἐξετασθέντων τούτων πάντων νῦν ἐπὶ τῆς θείας καὶ ἱερᾶς Συνόδου. Καὶ καθ’ ἕνα πάντες ἀναμφιβόλως ἔχειν περὶ τούτων ἀπεφήναντο, καὶ πολλὴν χάριν εἰδέναι τῷ ἱεροτάτῳ μητροπολίτῃ Θεσσαλονίκης ἔλεγον, ὡς συμφώνως τοῖς ἁγίοις πᾶσιν εἰπόντι καὶ συγγραψαμένῳ, καὶ εἰς συνηγορίαν τῆς κατ’ εὐσέβειαν ἀληθείας ἐπὶ τοσοῦτον σπουδάσαντι, καὶ τοσαύτας ὕβρεις τε καὶ συκοφαντίας καὶ ἐπήρειας ἄλλας ὑπενεγκόντι ὑπὲρ τοῦ ἐξελέγξαι Βαρλαὰμ ἐκεῖνον καὶ τὸν Ἀκίνδυνον καὶ τοὺς μετὰ ταῦτα μέχρι καὶ νῦν ἀναφανέντας συμφώνους αὐτοῖς, καὶ τῆς πατροπαράδοτου πρὸς Θεὸν πίστεως καὶ εὐσεβείας τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν μεταστῆσαι σπουδάζοντας. Μετὰ δὲ πάντας ὕστερον ἀπεφήνατο καὶ ὁ μεγαλοφυέστατος ὄντως καὶ τὰ θεῖα σοφός, γαληνότατος, κράτιστος καὶ ἅγιος ἡμῶν αὐτοκράτωρ καὶ βασιλεύς, πάντων τῆς καθέδρας ἐξαναστάντων, τῶν τε λαμπρότατων συγκλητικῶν καὶ τῶν ἱερωτάτων ἀρχιερέων, ὥσπερ δὴ νόμος ἐν τοῖς τοιούτοις, κύριος Ἰωάννης ὁ Καντακουζηνός, διορισάμενος ὅτι μέγα ἡ ἀδικία κακὸν καὶ ἐπὶ τῶν γηΐνων τούτων καὶ χαμερπῶν, ὡς καὶ ἔθνος ὅλον ἀχρειῶσαι καὶ κατασπᾶσαι δυνάμενον. Ἐπεὶ καὶ τὸ ἐναντίον ταύτης, ἡ δικαιοσύνη, κατὰ τὸ γεγραμμένον, ἀνυψοῖ ἔθνος. Εἰ δὲ ἐπὶ τῶν κάτω ἡ ἀδικία τοσοῦτον μέγα κακόν, πόσῳ μᾶλλον ὅταν εἰς τὸ θεῖον ὕψος λαλῆται παρὰ τῶν κακῶς φρονούντων, καὶ αὐτὴ ἡ ἐν Θεῷ ἀλήθεια ἀδικῆται παρὰ τῶν ἀθετούντων αὐτήν, καὶ οἱ ταύτην στέργοντες καὶ ἀνακηρύττοντες, ἔτι δὲ καὶ συνηγοροῦντες πρὸς δύναμιν ἐπηρεάζωνται καὶ συκοφαντῶνται καὶ διαβάλλωνται παρὰ τῶν ἐν διαστρόφῳ γνώμῃ πλανᾶν τοὺς ὄχλους ἐπιχειρούντων; Ἐγὼ γοῦν τοσαύτην ὁρῶ τὴν πρὸς τοὺς ἁγίους συμφωνίαν τῶν παρὰ τοῦ ἱερωτάτου μητροπολίτου Θεσσαλονίκης λελεγμένων καὶ νῦν ἀναγνωσθέντων ἐκ τῶν αὐτοῦ συγγραμμάτων εἰς συνηγορίαν τῆς εὐσεβείας, καὶ τοσαύτην ποιησαμένους τοὺς ἁγίους σπουδὴν ἐν τοῖς οἰκείοις συγγράμμασιν ὑπὲρ τῶν προκειμένων ἀρτίως θείων δογμάτων, ὡς μηδένα τῶν μετ’ εὐγνωμοσύνης ζῆν ἐθελόντων πλείω ταύτης ἐθελῆσαι ζητῆσαι. Ὑπὲρ δὲ ὧν τοῖς τε μακαρίοις τοῦ Χριστοῦ μαθηταῖς καὶ ἀποστόλοις καὶ ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς Συνόδοις καὶ τοῖς ἁγίοις Πατράσι τεθεολόγηται, τοσοῦτον τὸ ἐν ἐμοὶ πρόθυμον διὰ τῆς ἐν ἐμοὶ τοῦ Χριστοῦ χάριτος, ὡς ἕτοιμος εἶναι, εἴπέρ μοι καὶ μία κοτύλη προσῆν αἵματος, καὶ ταύτην ἐκχέαι προθύμως ὑπὲρ αὐτῶν. Χάριν δὲ ἔχω καὶ τῷ ἑνὶ πάντων Θεῷ, τῷ Δεσπότῃ καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ὅτι μέγα ἔλεος ἐποίησε μεθ’ ἡμῶν, εὐδοκήσας φανερωθῆναι καὶ στηριχθῆναι σήμερον τὴν τῆς εὐσεβείας ἀλήθειαν, καὶ οὐκ ἐνδοὺς παρατραπῆναί τι ταύτης καὶ σαλευθῆναι παρὰ τῶν πολλοῖς ἐπιχειρήμασι καὶ δόλοις καὶ μηχανήμασι ἐπιχειρούντων ταύτην ἐπὶ τεσσαρεσκαίδεκα ἐνιαυτοὺς ἤδη διαστρέψαι καὶ κατασεῖσαι. Ταῦτα μὲν οὖν καὶ ὁ θειότατος βασιλεύς.
50. Ἐπεὶ δὲ ἀπελύθη τούτου θεῖον καὶ σεπτὸν πρόσταγμα καὶ πρὸς τὸ ἅγιον Ὅρος, ὡς ἂν οἱ ἐν τούτῳ συνέσει καὶ ἀρετῇ διαφέροντες ἐπιδημήσωσιν εἰς τὴν κατὰ τὴν εὐδαίμονα ταύτην μεγαλόπολιν συγκεκροτημένην Σύνοδον, ἐκεῖνοι δὲ διά τε τὸ τῆς ὁδοῦ μῆκος καὶ τὴν τοῦ καιροῦ δυσχέρειαν ἐπιδημῆσαι οὐκ ἴσχυσαν, δύο τῶν ἱερομονάχων ἀρετῇ τε καὶ λόγῳ σεμνυνομένους πέμπουσι καὶ ἀναφορὰν πρὸς τὸν κραταιὸν καὶ ἅγιον ἡμῶν αὐτοκράτορα καὶ βασιλέα, παραδηλοῦσαν ὅτι καὶ ἔγγραφον τὴν οἰκείαν γνώμην τῇ Συνόδῳ ἀπέστειλαν. Ἀνέστησαν οὖν οἱ πεμφθέντες ἱερομόναχοι καὶ ἀπέδωκαν τῇ Συνόδῳ λόγους, ὡς κοινοὺς τοῦ ἁγίου Ὄρους παντός, οὖς συνεγράψατο ἐκεῖ ἔτι παραμένων μετ’ αὐτῶν ὁ ἱερότατος μητροπολίτης Ἡρακλείας κύριος Φιλόθεος. Προεκόμισαν δὲ καὶ τὴν νῦν ἐκεῖθεν πεμφθεῖσαν ἔγγραφον ἁπάντων γνώμην, ἥτις καὶ ἀναγνωσθεῖσα εἰς ἐπήκοον πάντων, συμφωνοῦσα καὶ συνεπιμαρτυροῦσα διετέλει τῷ ἱερωτάτῳ μητροπολίτῃ Θεσσαλονίκης διὰ πάντων κατὰ τὴν τῆς εὐσεβείας ἀλήθειαν. Ταῦτα δὲ καὶ τὸ ἅγιον Ὄρος ἅπαν.
51. Ἡμεῖς δὲ πᾶσα ἡ συναθροισθεῖσα ἐν τῷ τρικλίνῳ τῷ οὕτως ἐπιλεγόμενῳ Ἀλεξιακῷ τῶν ἱερῶν Βλαχερνῶν θεία καὶ ἱερὰ Σύνοδος χάριτι Χριστοῦ καὶ νῦν τῆς εὐσεβείας ὑπερμαχοῦντες, καὶ ἀκριβῆ καὶ προσήκουσαν τὴν περὶ τῶν προκειμένων σκέψιν καὶ ἐξέτασιν ποιησάμενοι, καὶ τοὺς πρώην ἐπὶ τούτοις συνοδικοὺς Τόμους ὡς εὐσεβεστάτους ἐπικυροῦντες, μᾶλλον δὲ καὶ τούτοις ἑπόμενοι, τὸν μὲν Βαρλαὰμ ἐκεῖνον καὶ τὸν Ἀκίνδυνον, ὡς εἰς αὐτὰ τὰ καίρια τῆς εὐσεβείας ἐμπαροινήσαντας καὶ μηδαμῶς μεταμεληθέντας ἔτι περιόντας τῷ βίῳ, τῷ ἀπὸ Χριστοῦ ἀναθέματι δικαίως καθυποβάλλομεν. Τοὺς δὲ νῦν ἀναφανέντας καὶ συνοδικῶς ἐξελεχθέντας ἐκείνοις ὁμόφρονας, καὶ ἁπλῶς ὅσοι τῆς συμμορίας αὐτῶν, ἀποκηρύκτους τε καὶ ἀποβλήτους ἔχομεν τῆς καθολικῆς καὶ ἀποστολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας, εἰ μὴ μεταμεληθεῖεν, καὶ τῷ ἀπὸ Χριστοῦ ἀναθέματι καθυποβάλλομεν, καὶ τοὺς κοινωνοῦντας τούτοις ἐν γνώσει ἀκοινωνήτους ἔχομεν, καὶ πάσης ἱερατικῆς λειτουργίας τοὺς ἔχοντας ἀπογυμνοῦμεν. Τοὺς δ’ ὑπὸ τούτων συναρπαγέντας τε καὶ παρασυρέντας, καὶ μὴ τῶν ἐξάρχων τῆς αἱρέσεως ὄντας, ἀμεταμελήτους μὲν μένοντας, τοῖς ὁμοίοις καθυποβάλλομεν, μεταμεληθέντας δὲ γνησίως καὶ ἀναθεματίζοντας τήν τε ταύτην κακοδοξίαν καὶ τοὺς εἰς τέλος ἐμμείναντας ταύτῃ, μὴ μόνον εἰς κοινωνίαν τὴν κατ’ εὐσέβειαν, ἀλλὰ καὶ εἰς ἱερωσύνην ἀσμενέστατα προσιέμεθα, μηδαμῶς τούτους ὑποβιβάζοντες, κατὰ τὴν ἐπὶ τοῖς τοιούτοις διάγνωσιν καὶ ἀπόφασιν τῆς ἁγίας καὶ οἰκουμενικῆς ἑβδόμης Συνόδου, διοριζόμενης «ὅτι τοὺς μὲν πρωτάρχους καὶ προϊσταμένους καὶ τῆς δυσσεβείας ἐκδικητὰς οὐδὲ μεταμελουμένους ὅλως εἰς ἱερωσύνην παραδεχόμεθα, τοὺς δὲ βιασθέντας ἢ συναρπαγέντας τε καὶ παρασυρέντας, μεταμελομένους ἀληθῶς καὶ γνησίως, εἰς ἱερωσύνην κατὰ τὸν οἰκεῖον ἕκαστον βαθμὸν προσδεχόμεθα». Ἀλλὰ καὶ εἴ τις ἕτερος τῶν ἁπάντων τὰ αὐτά ποτε φωραθείη ἢ φρονῶν ἢ λέγων ἢ συγγραφόμενος κατὰ τοῦ ἱερωτάτου Θεσσαλονίκης, μᾶλλον δὲ κατὰ τῶν ἱερῶν θεολόγων καὶ τῆς Ἐκκλησίας αὐτῆς, τὰ αὐτὰ κατ’ αὐτοῦ ψηφιζόμεθα καὶ τῇ αὐτῇ καταδίκῃ καθυποβάλλομεν, εἴτε τῶν ἱερωμένων εἴη τις, εἴτε τῶν λαϊκῶν. Αὐτὸν μέντοι τὸν πολλάκις ῥηθέντα Θεσσαλονίκης ἱερώτατον μητροπολίτην, μηδὲν ἀπᾷδον τῶν θείων λογίων γράφοντά τε καὶ φρονοῦντα μετ’ ἐξετάσεως καταλαβόντες, μᾶλλον δὲ τῶν θείων λογίων καὶ τῆς κοινῆς ἡμῶν εὐσεβείας καὶ παραδόσεως, ὡς προσῆκεν, ὑπερμαχοῦντα, οὐκ ἀνώτερον μόνον παντάπασι τῶν κατ’ αὐτοῦ, μᾶλλον δὲ τῶν κατὰ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἐρεσχελιῶν, ὡς καὶ οἱ πρώην συνοδικοὶ Τόμοι προβάντες ἔχομεν, ἀλλὰ καὶ ἀσφαλέστατον τῆς Ἐκκλησίας καὶ εὐσεβείας πρόμαχον καὶ προαγωνιστὴν καὶ βοηθὸν ταύτης ἀποφαινόμεθα. Οὕτω γὰρ καὶ οἱ ἐπὶ ταῖς Συνόδοις ἐκείναις προβάντες Τόμοι ἕξουσι, καθάπερ οὖν ἔχουσι, τὸ ἀσφαλές τε καὶ βέβαιον.
52. Τούτων δὲ οὕτως ἐκβάντων, οὐκ ἄνευ δηλαδὴ τῆς τοῦ ἀγαθοῦ Πνεύματος συνεργείας καὶ χάριτος, λοιπὸν ἦν ἔτι προθυμουμένοις πᾶσαν αἰτίαν τῶν βουλομένων αἰτιᾶσθαι περιαιρεῖν, μηδὲ ἅπερ τῶν ἐν τοῖς τοῦ ἱερωτάτου Θεσσαλονίκης συγγράμμασιν ἐν αἰτίαις ἐποιοῦντο οἱ τῆς Ἐκκλησίας πολέμιοι, μηδὲ ταῦτα παραδραμεῖν ἀβασάνιστα, εἰ καὶ ἀπὸ τῶν ἐξετασθέντων ἐν τῇ θείᾳ Συνόδῳ τότε καὶ ταῦτα πάντα περιελήφθησαν. Εὑρόντος οὖν ταῦτα τοῦ κρατίστου καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως καταγεγραμμένα κατὰ μέρος παρὰ τῆς ἐκείνων χειρὸς καὶ πρὸς ἡμᾶς ταῦτα δόντος, ἡμεῖς ἕκαστον τούτων ἐν τῷ τοῦ ἱερωτάτου Θεσσαλονίκης βιβλίῳ ἀνέγνωμέν τε καὶ ἐξητάσαμεν, συνελθόντες κατὰ τὴν μεγάλην ἐκκλησίαν καὶ συνδιημερεύσαντες οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις. Καὶ τὸν μὲν Θεσσαλονίκης ἱερώτατον μητροπολίτην καὶ ἐν τούτοις σύμφωνον τοῖς ἱεροῖς θεολόγοις εὕρομεν καὶ συνήγορον Χριστοῦ χάριτι τῆς κατ’ εὐσέβειαν ἀληθείας, αὐτοὺς δέ, καὶ ἀφ’ ὧν ἐγγράφως διαστρέφειν καὶ κατηγορεῖν ἐπεχείρουν, πολλαῖς καὶ μεγάλαις αἱρέσεσι περιπίπτοντας. Τοῖς τε γὰρ παρὰ τῶν θεολόγων ῥητῶς εἰρημένοις φανερῶς ἀντιλέγοντες διετέλουν, καὶ τὴν θέωσιν τοῦ δεσποτικοῦ προσλήμματος κτιστὴν ἐτόλμησαν ἀνειπεῖν, καὶ τὴν οὐσίαν τοῦ Θεοῦ, διὰ τὸ παρὰ τῶν ἁγίων εἰρῆσθαι ταύτην ἀπροσπέλαστον καὶ ἀμέθεκτον, φθαρτικὴν εἶναι νομίζειν τοὺς οὕτω περὶ ταύτης φρονοῦντας, ὢ τόλμης! δυσσεβῶς ἀπεφήναντο· καὶ ταῦτα τοῦ Θεοῦ πρὸς Μωσῆν εἰρηκότος, «οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται». Ἀλλὰ καὶ τὰ ἐπαναπεπαυμένα κατὰ τὴν προφητείαν ἐπὶ τὸ ἄνθος τὸ ἐκ τῆς ῥίζης Ἰεσσαί, δηλονότι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἑπτὰ πνεύματα, τουτέστι τὰς ἐνεργείας κατὰ τοὺς ἱεροὺς θεολόγους τοῦ θείου Πνεύματος, ἃς ὁ μὲν ἱερὸς Ζαχαρίας ἑπτὰ ὀφθαλμοὺς τοῦ Χριστοῦ ἀνύμνησεν, ἐπιβλέποντας ἐπὶ πᾶσαν τὴν γῆν, ὁ δὲ θεῖος Μάξιμος φυσικῶς ταῦτα προσεῖναι τῷ Υἱῷ τοῦ Θεοῦ ἐθεολόγησε, μετὰ τῶν κτισμάτων ἔταξαν· καὶ τὰ πλείω τούτων καὶ μηδὲν ἧττον εἰς ἀσέβειαν φέροντα οὐδὲ ἀριθμεῖν ῥᾴδιον. Διὸ καὶ ἀπὸ τούτων ἡ καταδίκη τούτοις, εἰ μὴ ἄρα μεταμεληθεῖεν, ἐπεκυρώθη, καὶ τὰ συνοδικῶς ἡμῖν ἀρτίως μετὰ τῆς ἐκ Θεοῦ βασιλείας ἐξετασθέντα καὶ διαγνωσθέντα τὸ ἀσφαλὲς ἐν πᾶσι καὶ βέβαιον ἕξει, σύμφωνα πάντως ὄντα τῇ τε ἀληθείᾳ καὶ τοῖς θείοις Πατράσι πᾶσι καὶ ταῖς προγεγενημέναις τούτου χάριν ἱεραῖς καὶ θείαις Συνόδοις καὶ τοῖς ἐπ’ αὐταῖς συνοδικοῖς Τόμοις. Καὶ ἡ ἔνθεσμος διὰ πάντων καὶ κανονικὴ αὕτη Ψῆφος, γραφεῖσα καὶ ὑπογραφεῖσα ἀρτίως, ἀκίνητος εἰς αἰῶνα τὸν σύμπαντα διατηρηθήσεται, τῇ πάντα δυναμένῃ ἐνεργείᾳ καὶ χάριτι τοῦ παντοδυνάμου καὶ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, ὑπὲρ ἧς καὶ δι’ ἧς ὁ πάρων ἡμῖν ἀγὼν ἤνυσται.
Εἶχεν ὑπογραφὰς τὸ πρωτότυπον διὰ μὲν ἐρυθρῶν γραμμάτων τῶν θειοτάτων βασιλέων ἀμφοτέρων τὸ
Ἰωάννης ἐν Χριστῷ τῷ Θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ τῶν Ῥωμαίων ὁ Καντακουζηνός.
Ἰωάννης ἐν Χριστῷ τῷ Θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ Ῥωμαίων Παλαιολόγος.
Διὰ δὲ τῆς σεβασμίας καὶ πατριαρχικῆς χειρὸς τὸ
Κάλλιστος ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ οἰκουμενικὸς πατριάρχης.
Ὁ ταπεινὸς μητροπολίτης Ἡρακλείας, πρόεδρος τῶν ὑπερτιμῶν καὶ ἔξαρχος πάσης Θρᾴκης καὶ Μακεδονίας, Φιλόθεος.
Ὁ ταπεινὸς μητροπολίτης Θεσσαλονίκης, ὑπέρτιμος καὶ ἔξαρχος πάσης Θετταλίας, Γρηγόριος.
Ὁ ταπεινὸς μητροπολίτης Κυζίκου, καὶ ἔξαρχος πάσης Ἑλλησπόντου, Ἀρσένιος.
......................................................................
Εἶχεν ἑτέραν ὑπογραφὴν ὁμοίως τὸ πρωτότυπον τοῦ ὕστερον γενομένου θειοτάτου βασιλέως ἡμῶν μετὰ καὶ προγράμματος τοῦδε.
Ἡ βασιλεία μου μέλλουσα ὑπογράψειν ἐν τῷ παρόντι Τόμῳ, προγεγονότι παρὰ τοῦ κραταιοῦ καὶ ἁγίου μονοκράτορος καὶ βασιλέως τοῦ πατρὸς τῆς βασιλείας μου καὶ τῆς θείας καὶ ἱερᾶς Συνόδου ἐπὶ βεβαιώσει μὲν τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, ἐπὶ καθαιρέσει δὲ τῆς ἀθεωτάτης Βαρλαὰμ καὶ Ἀκινδύνου αἱρέσεως, τάττει καὶ διορίζεται στέργεσθαι τοῦτον παρ’ αὐτῆς ἀμεταποίητον καὶ ἀμετακίνητον, χωρὶς βασάνου καὶ δοκιμασίας τῆς οἱασδήτινος, ὡς ἐκ Θεοῦ γραφέντα διὰ τῶν ἐν αὐτῷ λαλούντων ἁγίων, δεχομένης μὲν τῆς βασιλείας μου καὶ ἀσπαζομένης, ἅπερ καὶ ὁ παρὼν Τόμος προσίεται, ἀναθέματι δὲ παραδιδούσης, ὅσα καὶ αὐτὸς τῷ ἀναθέματι παραδέδωκε· καὶ πρὸς μὲν τοὺς ἐναντιουμένους τῷ τοιούτῳ θείῳ καὶ ἱερῷ Τόμῳ τάττει ἡ βασιλεία μου καὶ λόγοις καὶ ἔργοις κατ’ αὐτῶν ἵστασθαι καὶ ὡς κοινοὺς τῆς Ἐκκλησίας ἀπελεύνειν ἐχθρούς, τοὺς δὲ ἐμμένοντας τούτῳ ἀποδοχῆς καὶ εὐμενείας τῆς δυνατῆς ἀξιοῦν. Ταῦτα δὲ τάττει ἡ βασιλεία μου, ὡς ἐκ Θεοῦ καταστᾶσα διὰ τῆς αὐτοῦ χάριτος δηφένσωρ καὶ ἐκδικητὴς τῆς αὐτοῦ Ἐκκλησίας· ὥστε δὲ μένειν τὸν παρόντα ὁρισμὸν βέβαιον καὶ ἀκίνητον τῆς βασιλείας μου εἰς αἰῶνα τὸν ἅπαντα. Καὶ ὑπογέγραπται παρ’ αὐτῆς καὶ τῷ ἁγίῳ θυσιαστηρίῳ ταῖς ἐμαυτοῦ χερσὶν ὥσπερ ἱερὸν ἀνάθημα φέρων ἀνέθηκα, παρουσίᾳ τοῦ κραταιοῦ καὶ ἁγίου μου αὐτοκράτορος καὶ βασιλέως, τοῦ πατρὸς τῆς βασιλείας μου, καὶ τοῦ παναγιωτάτου μου δεσπότου τοῦ οἰκουμενικοῦ πατριάρχου κυρίου Φιλοθέου, καὶ τῆς περὶ αὐτὸν θείας καὶ ἱερᾶς Συνόδου· μῆνι Φεβρουαρίῳ ἰνδ. ζ΄.
Ματθαῖος ἐν Χριστῷ τῷ Θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ τῶν Ῥωμαίων Ἀσάνης ὁ Καντακουζηνός.
[Μετὰ τὰς ὑπογραφὰς πάντων τῶν μετασχόντων τῆς Συνόδου Πατέρων καὶ τῶν βασιλέων ἕπεται ἡ «Ὁμολογία τῆς ὀρθοδόξου πίστεως, ἐκτεθεῖσα παρὰ τοῦ ἱερωτάτου μητροπολίτου Θεσσαλονίκης κυρίου Γρηγορίου Παλαμᾶ»].
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 374-406.

Комментариев нет:
Отправить комментарий