понедельник, 25 ноября 2019 г.

Ο ΚΑΘΗΓΗΤΗΣ ΣΥΜΕΩΝ ΠΑΣΧΑΛΙΔΗΣ ΓΙΑ ΤΟ ΚΥΡΟΣ ΤΩΝ ΧΕΙΡΟΤΟΝΙΩΝ ΤΩΝ ΚΑΘΗΡΗΜΕΝΩΝ ΕΠΙΣΚΟΠΩΝ


https://panorthodoxcemes.blogspot.com/2019/10/blog-post_156.html


Λόγω τῆς σπουδαιότητος τῆς ἀνωτέρω μαρτυρίας τοῦ Μ. Φωτίου, παραθέτουμε στή συνέχεια τό πλῆρες κείμενο τῶν δύο ἐρωταποκρίσεων, διορθωμένο, μάλιστα, μέ βάση τή χειρόγραφη παράδοσή του:


ΕΡΩΤΗΣΙΣ Δ´
Τίνων κατακριθέντων οἱ ὑπ᾽ αὐτῶν χειροτονηθέντες οὐδὲν ἐβλάβησαν;
Παύλου τοῦ ἐκ Σαμοσάτων κατακριθέντος, οὐδεὶς τῶν ὑπ᾽ αὐτῷ καθῄρηται, καίτοι συμπεπραχότων αὐτῷ ἐκεῖνα, δι᾽ ἃ ἐκεῖνος καθῃρέθη.
Τοῦ Νεστορίου καθαιρεθέντος, οὐδεὶς τῶν ὑπ᾽ αὐτοῦ χειροτονηθέντων καθῄρηται.
Πέτρου δὲ τοῦ Μογγοῦ ἔτι πρεσβυτέρου ὄντος, καὶ καθαιρεθέντος ὑπὸ τοῦ ἁγίου Προτερίου, εἶτα εἰς τὸν αὐτοῦ θάνατον Τιμοθέῳ τῷ φονεῖ συνδεδραμηκότος, καὶ μετὰ ταῦτα τὸν θρόνον Ἀλεξανδρείας μετὰ θάνατον ἐκείνου ἁρπάσαντος, καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον καθ᾽ ἑκάστην ἀναθέματι ὑποβάλλοντος, οἱ ὑπ᾽ αὐτοῦ χειροτονηθέντες, καίπερ καθῃρημένου καὶ φονέως καὶ αἱρετικοῦ, αἱρετικοὶ καὶ αὐτοὶ ὄντες ἔτι, μετανοοῦντες ἐδέχθησαν. Καὶ Φῆλιξ ὁ Ῥώμης γράφων πρὸς Ζήνωνα τὸν βασιλέα, τὴν αὐτοῦ διάταξιν, ἥτις Πέτρον μὲν τῆς Ἐκκλησίας ἐξέβαλεν, ἐκείνους δὲ μετανοοῦντας ἐδέξατο, θεῖον ἀποκαλεῖ τύπον. Ἐγκαλεῖ δὲ αὐτῷ δι᾽ ὧν γέγραφε, τίνος χάριν τὸν Πέτρον ἐκβαλὼν τῆς Ἐκκλησίας, αὖθις αὐτὸν εἰσήγαγε, καὶ τὸν Ἰωάννην ἐδίωξε.
Mελέτιος ὁ Ἀντιοχείας ὑπὸ αἱρετικῶν χειροτονηθεὶς Σεβαστείας ἐπίσκοπος, κἀκεῖθεν μετενεχθεὶς εἰς Βέῤῥοιαν, εἶτα πάλιν ὑπ᾽ αὐτῶν καταστὰς ἀντὶ Εὐσταθίου Ἀντιοχείας ἐπίσκοπος, ἐκείνων ὡς αἱρετικῶν δυσφημουμένων, οὗτος παρὰ τῆς Ἐκκλησίας ἀπεδέχθη.
Οἱ ὑπὸ Σεργίου καὶ Πύῤῥου χειροτονηθέντες καὶ Μακαρίου, τούτων ὡς αἱρετικῶν τῆς Ἐκκλησίας ἐκδιωχθέντων μετανοήσαντες προσεδέχθησαν.
Καὶ οἱ ὑπὸ Μακεδονίου ὡσαύτως τοῦ πνευματομάχου χειροτονηθέντες.
Τὸν Ἀκάκιον οἱ Ῥωμαῖοι ἔτι μὲν περιόντα καθαιρέσει ὑπέβαλον καὶ ἀναθέματι• μετὰ τελευτὴν δέ, Ἰουστίνου μετὰ τὸν Ἀναστάσιον βασιλεύσαντος, πρεσβευσάμενοι πρὸς αὐτόν, καὶ τῶν διπτύχων ἐκβαλόντες, Ἰωάννου τηνικαῦτα τὸν θρόνον διέποντος Κωνσταντινουπόλεως, τοὺς ὑπ᾽ αὐτοῦ χειροτονηθέντας συλλειτουργοὺς εἶχον, καὶ ἐκοινώνουν αὐτοῖς.
Οἱ ὑπὸ Ἀναστασίου καὶ Νικήτα τῶν αἱρετικῶν χειροτονηθέντες, παρὰ τῆς ἑβδόμης ἐδέχθησαν συνόδου.
Καὶ Μελέτιος δὲ μυρίων ἔνοχος γέγονεν, ἐπεπήδησεν θρόνοις ἀλλοτρίοις, ἐλύπησε μάρτυρας, ἐπανέστη τῷ οἰκείῳ πατριάρχῃ, καὶ τὸν αὐτοῦ ἥρπασε θρόνον, συναπήχθη Ἀρείῳ• ὡς δὲ λέγει Σωκράτης καὶ εἰς τὸν διωγμὸν ἐπέθυσε. Καὶ διὰ ταῦτα ὑπὸ τοῦ Πέτρου καθῃρέθη• ἀλλ᾽ ὅμως εἰ καὶ καθῃρέθη πολλάκις, ὕστερον εἰ καὶ μὴ τὴν ἱερωσύνην, ἀλλὰ τὸ ὄνομα τοῦ ἐπισκόπου ἀπείληφεν.
ΕΡΩΤΗΣΙΣ Θ´
Πότε καθῃρέθησαν ἐπίσκοποι καὶ πάλιν ἐδέχθησαν κανονικῇ εὐθύτητι, ἢ τῇ τοῦ ἰδίου λαοῦ παρακλήσει;
Ἐν διαφόροις μέν συνόδοις καί ὑπό διαφόρων πατέρων τοῦτο πολλάκις ἐγένετο, ὥσπερ καὶ ἐπὶ τοῦ ἁγίου Ἀθανασίου γέγονε, καὶ ἐπὶ Μαρκέλλου ἐπισκόπου Ἀγκύρας, καὶ Μακαρίου, καὶ ἑτέρων πολλῶν, ὡς εἴρηται.
Παρακλήσει δὲ λαοῦ ζητοῦντος τὸν ἴδιον ποιμένα ἐγένετο ἐπὶ Ἡρακλᾶ τοῦ ἁγιωτάτου πατριάρχου Ἀλεξανδρείας, οὗ διάδοχος Διονύσιος, εἶτα Μάξιμος, ἔπειτα Θεωνᾶς, καὶ μετ᾽ αὐτὸν ὁ ἅγιος ἱερομάρτυς Πέτρος. Ἐγένετο δὲ τοιῷσδε•
Ἦν ἐν ταῖς ἡμέραις τοῦ αὐτοῦ ἁγιωτάτου Ἡρακλᾶ ἐν Ἀλεξανδρείᾳ Ὠριγένης ὁ καλούμενος Ἀδαμάντιος, τὴν ἰδίαν φανερῶς ἐξηγούμενος αἵρεσιν, προσκρούων Τετράδι καὶ Παρασκευῇ. Τοῦτον τοίνυν ὡς παραποιοῦντα τὴν ὑγιαίνουσαν διδασκαλίαν καὶ παραχαράσσοντα τὴν ὀρθόδοξον πίστιν, ἐχώρησεν ὁ αὐτὸς ἅγιος ἐπίσκοπος Ἡρακλᾶς τῆς Ἐκκλησίας καὶ ἐδίωξε τῆς Ἀλεξανδρείας.
Ὁ δὲ αὐτὸς ἐκκήρυκτος Ὠριγένης, ἀπερχόμενος εἰς τὰς τῆς Συρίας πόλεις, κατήντη¬σεν εἰς πόλιν ὀνομαζομένην Θμούην, ἐπίσκοπον ἔχουσαν ὀρθόδοξον ὀνόματι Ἀμμώνιον, ὃς καὶ ἐπέτρεψε τῷ αὐτῷ Ὠριγένει ὁμιλῆσαι λόγον διδακτικὸν ἐν τῇ αὐτοῦ ἐκκλησίᾳ. Τοῦτο δὲ ἀκούσας ὁ πάπας Ἡρακλᾶς ὁ εἰρημένος, ἐξῆλθεν εἰς Θμούην, καὶ δι᾽ αὐτὸ τοῦ-το καθῄρεσε τὸν Ἀμμώνιον, καὶ κατέστησεν ἀντ᾽ αὐτοῦ ἐπίσκοπον Φίλιππόν τινα νεώτερον μέγαν πολιτευτὴν ἐν τῷ Χριστιανισμῷ. Ὕστερον δὲ παρακληθεὶς ὑπὸ τοῦ λαοῦ τῆς αὐτῆς πόλεως, ὁ εἰρημένος πάπας Ἀλεξανδρείας ὁ Ἡρακλᾶς, ἐδέξατο αὖθις ἐπίσκοπον τὸν Ἀμμώνιον, καὶ παρέδωκεν ἀμφοτέροις, τῷ Ἀμμωνίῳ φημί, καὶ τῷ Φιλίππῳ, τὴν ἐπισκοπὴν Θμούης. Μετὰ δὲ τὸ ἀποστῆναι τὸν ἅγιον Ἡρακλᾶν ἐκεῖθεν, ὁ μὲν θαυμαστὸς Φίλιππος οὐδ᾽ ὅλως ἐκάθισεν ἐπὶ τοῦ θρόνου• ἀλλ᾽ ἐξηγουμένου τοῦ Ἀμμωνίου, ἤγουν λειτουργοῦντος, ἰστάμενος διετέλει ὀπίσω αὐτοῦ πάσας τὰς ἡμέρας τῆς τοῦ Ἀμμωνίου ζωῆς. Ὅτε δὲ ἐκοιμήθη Ἀμμώνιος, τότε ἐκάθισεν ἐπὶ τοῦ θρόνου ὁ Φίλιππος, καὶ ἐγένετο τῶν ἐπισήμων ἐν ἀρετῇ, καὶ θαυμαζόμενος παρ᾽ ἐπισκόπων.
Ὅτι τὸν Ἄρειον διάκονον ὄντα καθῄρεσεν ὁ ἐν ἁγίοις ἱερομάρτυς Πέτρος, καὶ ἐξωστράκισε τῆς Ἐκκλησίας τελείως. Ἀχιλλᾶς δὲ ὁ ἐν ἁγίοις διάδοχος τοῦ αὐτοῦ ἱερομάρτυρος Πέτρου Ἀλεξανδρείας, τοῦτον οὐ μόνον ἐδέξατο, ἀλλὰ καὶ πρεσβύτερον ἐχειροτόνησε, καὶ φροντίζειν τοῦ ἐν Ἀλεξανδρείᾳ διδασκαλείου ἔταξεν.
Ὅτι τὸν Εὐτυχῆ καθαιρεθέντα ὑπὸ τοῦ ἐν ἁγίοις Φλαβιανοῦ, ὁ Ἀλεξανδρείας, καὶ ὁ Ἀντιοχείας, καὶ ὁ Ἱεροσολύμων ἐδέξαντο μετὰ θάνατον ἐκείνου.
Ὅτι τὸν ἥλιον καὶ φωστῆρα τῶν ἀνθρωπίνων ψυχῶν, τὸν ἁγιώτατον Χρυσόστομον, καθαιρεθέντα (πῶς ἔφερε δίκη;) ὑπὸ Θεοφίλου ἐπισκόπου ὁμοδόξου χωρὶς τῶν ἄλλων πατριαρχῶν, ἐδέξαντο καὶ ὑπερεδέξαντο.
Ὅτι Πέτρον τόν Μιλήτου, καθαιρεθέντα ὑπὸ τοῦ ἐν ἁγίοις Μεθοδίου οὐ μόνον ἐδικαιώσαμεν ἡμεῖς, ἀλλὰ καὶ τῆς Σάρδεων μητροπολίτην πεποιήκαμεν.
Ὅτι καὶ ἑτέρους πλείστους καθαιρεθέντας ἐπ᾽ ἐγκλήμασι παρὰ τοῦ ἁγιωτάτου Ἰγνατίου ἡμεῖς ἐδεξάμεθα, καὶ τοὺς ὑφ᾽ ἡμῶν καθαιρεθέντας ὁ ἐν ἁγίοις Ἰγνάτιος ἐδέξατο.


Комментариев нет:

Отправить комментарий

Beethoven Für Elise coverd by me.